Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σπερχομένων, διερῇ μὲν ἐπʼ ᾐόνι γούνατα πάλλων,
  2. κισσὸς ἐπωλίσθησε πεσὼν ψαμαθώσεϊ πηλῷ,
  3. καὶ σφαλερὴ Ληνῆος ἐσύρετο γούνατος ὁρμὴ
  4. ἂψ ἀνασειράζουσα ποδῶν δρόμον· ἀθλοφόροι δὲ
  5. ἀμφότεροι λείποντο, καὶ Ἄμπελος ἥρπασε νίκην.
  6. Σειληνοὶ δὲ γέροντες ἀνίαχον Εὔιον ἠχὼ
  7. νίκην ἠιθέοιο τεθηπότες· ἁβροκόμης δὲ
  8. δέκτο νέος τὰ πρῶτα, τὰ δεύτερα δέχνυτο Ληνεὺς
  9. ζῆλον ἔχων, φθονερὸν δὲ δόλον γίνωσκε Λυαίου
  10. καὶ πόθον· αἰδομένῃ δὲ συνήλικας εἶδεν ὀπωπῇ
  11. λοίσθια Κισσὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.