Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γαστέρι κουφίζων γλυκερὸν βάρος· ἰθυτενὲς δὲ
  2. ἄκρον ὑπὲρ ψαμάθοιο πεδοτριβὲς ἴχνος ἐρείσας
  3. νῶτον ἀνῃώρησε μετάτροπον, ἠνορέην δὲ
  4. φειδομένην ἀνέφηνεν, ἁμιλλητῆρι δὲ παλμῷ
  5. χειρὸς ἀναινομένης ἀπεσείσατο φόρτον Ἐρώτων·
  6. πλευρὰ δὲ δοχμώσας, πελάσας δʼ ἀγκῶνα κονίῃ,
  7. ἡβητὴρ πολύιδρις ἐπʼ ἀντιπάλου θόρε νώτου
  8. λοξὸς ἐπὶ πλευρῇσιν, ὑπὲρ λαγόνων δὲ καθάψας
  9. ἄκρα ποδὸς κώληπι, παρὰ σφυρὸν ἴχνος ἐρείσας,
  10. γαστέρα διχθαδίῳ μεσάτην μιτρώσατο δεσμῷ,
  11. πλευρὰ περιθλίβων, ὑπὸ γούνατι ταρσὸν ἑλίξας
  12. ὄρθιον ἁπλωθέντα· κυλινδομένων δὲ κονίῃ
  13. ἀμφοτέρων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς.
  14. ὀψὲ δὲ νικηθέντος, ἀνικήτου περ ἐόντος,
  15. Ζηνὸς ἀεθλητῆρος ἔχων μίμημα τοκῆος
  16. νικήθη Διόνυσος ἑκούσιος, ὅττι καὶ αὐτὸς
  17. Ζεὺς μέγας αὐτοκύλιστος ἐπʼ Ἀλφειοῖο παλαίων
  18. ὤκλασεν, Ἡρακλῆι θελήμονα γούνατα κάμψας.
  19. τοῖος ἀγὼν τετέλεστο φιλέψιος· ἠιθέου δὲ
  20. δίθροον αὐλὸν ἄεθλον ἐκούφισε τερπομένη χείρ.