Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τίς μακάρων σε φύτευσε παρευνάζων Ἀφροδίτῃ;
  2. καὶ γὰρ ἐγὼ τρομέω σέο μητέρα Κύπριν ἐνίψαι,
  3. μὴ γενέτην Ἥφαιστον ἢ Ἄρεα σεῖο καλέσσω.
  4. εἰ δὲ σύ, τὸν καλέουσιν, ἀπʼ αἰθέρος ἤλυθες Ἑρμῆς,
  5. δεῖξον ἐμοὶ πτερὰ κοῦφα καὶ ἔμπνοα ταρσὰ πεδίλων.
  6. πῶς μεθέπεις ἄτμητον ἐπήορον αὐχένι χαίτην;
  7. μὴ σύ μοι αὐτὸς ἵκανες ἄτερ κιθάρης, δίχα τόξου,
  8. Φοῖβος ἀκερσικόμης κεχαλασμένα βόστρυχα σείων;
  9. εἰ Κρονίδης με φύτευσε, σὺ δὲ χθονίης ἀπὸ φύτλης
  10. βουκεράων Σατύρων μινυώριον αἷμα κομίζεις,
  11. ἶσον ἐμοὶ βασίλευε, θεῷ βροτός· οὐ γὰρ ἐλέγξει
  12. οὐράνιον τεὸν εἶδος Ὀλύμπιον αἷμα Λυαίου.
  13. ἀλλὰ τί κικλήσκω σε μινυνθαδίης ἀπὸ φύτλης;
  14. γινώσκω τεὸν αἷμα, καὶ εἰ κρύπτειν μενεαίνεις·
  15. ἠελίῳ σε λόχευσε παρευνηθεῖσα Σελήνη
  16. Ναρκίσσῳ χαρίεντι πανείκελον· αἰθέριον γὰρ
  17. εἴκελον εἶδος ἔχεις, κεραῆς ἴνδαλμα Σελήνης.
  18. τοῖον ἔπος κατέλεξε· νέος δʼ ἠγάλλετο μύθῳ
  19. κυδιόων, ὅτι κάλλος ὑπέρβαλεν ἥλικος ἥβης
  20. εἴδεϊ φαιδροτέρῳ. καὶ ὀρειάδος ἔνδοθι λόχμης