Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀφρὸν ἀκοντίζων χιονώδεα, μάρτυρα λύσσης,
  2. ὀφθαλμοὺς μεθύοντας ἀπειλητῆρας ἑλίσσων.
  3. καί οἱ ὀπιπεύοντι πολυπλανέεσσιν ἐρωαῖς
  4. ὄμματα φοινίσσοντο· διὰ κροτάφοιο δὲ λεπταὶ
  5. ἀσταθέος μήνιγγες ἐδινεύοντο καρήνου.
  6. ὤλετο δὲ ψυχῆς τρίτατον λάχος· ἀπλανέες γὰρ
  7. ἄφρονος ἐγκεφάλοιο μετατρωπῶντο μενοιναί,
  8. καὶ σφαλεραῖς ἑλίκεσσιν ἐβακχεύθησαν ὀπωπαὶ
  9. ἀνέρος οἰστρηθέντος· ἀπεπλάζοντο δὲ χαῖται
  10. σειόμεναι περὶ νῶτον ἀκερσικόμοιο καρήνου.
  11. καὶ στόμα οἱ βάμβαινε, καὶ ἠέρι χείλεα λύσας
  12. πέμπεν ἀσημάντων ἐπέων ἑτερόθροον ἠχώ.
  13. καὶ βροτέας βιότοιο μεληδόνας ἥρπασαν αὖραι
  14. Εὐμενίδων, καὶ γλῶσσα βαρύνετο θυιάδι φωνῇ·
  15. παπταίνων δʼ ἑλικηδὸν ὑπὸ στροφάλιγγι προσώπου
  16. ἀλλοφυὲς νόθον εἶδος ἀθηήτοιο Μεγαίρης
  17. οἰστρομανὴς Ἀθάμας ἑτερόφρονι σείετο παλμῷ·
  18. καὶ βλοσυρῆς ἀπὸ χειρὸς ἀμερσινόοιο θεαίνης
  19. ἁρπάξαι μενέαινεν ἐχιδνήεσσαν ἱμάσθλην·
  20. γυμνώσας δὲ μάχαιραν Ἐρινύος ἀντία κόρσης