Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κύμβαχος αὐτοκύλιστος ἐπεσκίρτησε ῥεέθρῳ
  2. ὑψόθεν εἰς βαθὺ λαῖτμα, καὶ ἰλύος ἥπτετο χαίτη,
  3. καὶ διδύμους στίλβοντι πόδας στηρίξατο πλῷ
  4. ὄλβον ἐυψήφιδα μεταλλεύων ποταμοῖο·
  5. καί τις ἐνὶ προχοῇσι μετάφρενον ἠέρι φαίνων
  6. ἄβροχον ὦμον ἔλειπε διʼ ὕδατος, ἰσχία βάπτων
  7. ἀγχιβαθὴς ἀτίνακτος· ὁ δʼ οὔατα γυμνὰ τιταίνων
  8. χεύματι μαρμαρέῳ λασίους ἐδιήνατο μηρούς,
  9. καὶ ῥόον αὐτοέλικτος ἐμάστιε σύμφυτος οὐρή.
  10. καὶ θεὸς ὀρθώσας κεφαλήν καὶ στέρνα πετάσσας,
  11. χεῖρας ἐρετμώσας, χρυσέην ἐχάραξε γαλήνην·
  12. καὶ ῥόδον αὐτοτέλεστον ἀκύμονες ἔπτυον ὄχθαι,
  13. καὶ κρίνον ἐβλάστησε, καὶ ᾐόνας ἔστεφον Ὧραι
  14. Βάκχου λουομένοιο, καὶ ἀστράπτοντι ῥεέθρῳ
  15. ἄπλοκα κυανέης ἐρυθαίνετο βόστρυχα χαίτης.
  16. καί ποτε θηρεύων ὑπὸ φωλάδα δάσκιον ὕλην
  17. ἥλικος ἠιθέοιο ῥοδώπιδι θέλγετο μορφῇ.
  18. ἤδη γὰρ Φρυγίης ὑπὸ δειράδα κοῦρος ἀθύρων
  19. ἄμπελος ἠέξητο, νεοτρεφὲς ἔρνος Ἐρώτων·
  20. οὐδέ οἱ ἁβρὸς ἴουλος ἐρευθομένοιο γενείου