Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὣς φαμένη τρομεροῖσιν ὑπʼ ἴχνεσιν ἥλατο πόντῳ
  2. κραιπνὰ κυβιστήσασα σὺν υἱέι· Λευκοθέην δὲ
  3. πεπταμέναις παλάμῃσιν ἐδέξατο κυανοχαίτης
  4. δαίμοσιν ὑγροπόροισιν ὁμέστιον· ἔνθεν ἀρήγει
  5. ναύταις πλαζομένοισι, καὶ ἔπλετο ποντιὰς Ἰνὼ
  6. Νηρεῒς ἀφλοίσβοιο κυβερνήτειρα γαλήνης.
  7. τὴν μὲν ἄναξ Κρονίδης ἐπεδείκνυε μητρὶ Λυαίου,
  8. ὅττι χάριν Βρομίοιο θεὰ πέλεν· ἡ δὲ χαρεῖσα
  9. γνωτῇ ποντοπόρῳ φιλοκέρτομον ἴαχε φωνήν·
  10. Ἰνώ, πόντον ἔχεις, Σεμέλη λάχε κύκλον Ὀλύμπου·
  11. εἶξον ἐμοί· Κρονίδην γὰρ ἐμῆς ἀροτῆρα γενέθλης
  12. ἀθάνατον πόσιν ἔσχον, ἐμῆς ὠδῖνα λοχείης
  13. ἀντʼ ἐμέθεν τίκτοντα, σὺ δὲ χθονίῳ παρακοίτῃ
  14. νυμφεύθης Ἀθάμαντι, τεῆς ὀλετῆρι γενέθλης.
  15. σὸς πάις ἔλλαχε πόντον, ἐμὸς τόκος αἰθέρα ναίειν
  16. ἵξεται εἰς Διὸς οἶκον ὑπέρτερον· οὐ γὰρ ἐίσκω
  17. οὐράνιον Διόνυσον ὑποβρυχίῳ Μελικέρτῃ.
  18. τοῖα μὲν αἰθερίη Σεμέλη μυκήσατο νύμφη
  19. γνωτῆς κερτομέουσα θαλασσονόμου βίον Ἰνοῦς.
  20. τόφρα δὲ καὶ Διόνυσος ὑπὸ κλίμα Λυδὸν ἀρούρης,