Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. βουκόλος αὐχένα δοῦλον Ἔρως ἐπεμάστιε κεστῷ,
  2. καὶ νομίην ἅτε ῥάβδον ἐπωμίδι τόξον ἀείρων
  3. Κυπριδίῃ ποίμαινε καλαύροπι νυμφίον Ἥρης
  4. εἰς νομὸν ὑγρὸν ἄγων Ποσιδήιον· αἰδομένη δὲ
  5. παρθενίην πόρφυρε παρηίδα Παλλὰς ἀμήτωρ
  6. ἡνίοχον Κρονίωνος ὀπιπεύουσα γυναῖκα.
  7. καὶ Διὸς ὑδατόεντι διεσσυμένου πόρον ὁλκῷ
  8. οὐ πόθον ἔσβεσε πόντος, ὅτι βρυχίην Ἀφροδίτην
  9. οὐρανίης ὤδινεν ἀπʼ αὔλακος ἔγκυον ὕδωρ·
  10. καὶ βοὸς ἀφλοίσβοιο κυβερνήτειρα πορείης
  11. κούρη φόρτος ἔην καὶ ναυτίλος. εἰσορόων δὲ
  12. μιμηλὴν ταχύγουνον ἐχέφρονα νῆα θαλάσσης
  13. τοῖον ἔπος περίφοιτος Ἀχαιικὸς ἴαχε ναύτης·
  14. Ὀφθαλμοί, τί τὸ θαῦμα; πόθεν ποσὶ κύματα τέμνων
  15. νήχεται ἀτρυγέτοιο διʼ ὕδατος ἀγρονόμος βοῦς;
  16. μὴ πλωτὴν Κρονίδης τελέει χθόνα; μὴ διὰ πόντου
  17. ὑγρὸς ἁλιβρέκτοιο χαράσσεται ὁλκὸς ἁμάξης;
  18. παπταίνω κατὰ κῦμα νόθον πλόον· ἦ ῥα Σελήνη
  19. ἄζυγα ταῦρον ἔχουσα μετʼ αἰθέρα πόντον ὁδεύει,
  20. ἀλλὰ Θέτις βυθίη διερὸν δρόμον ἡνιοχεύει;