Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἁρμονίης ἤκουε, καὶ οὐ γίνωσκε Τυφωεύς.
  2. θελγομένῳ δὲ Γίγαντι νόθος παρεσύρισε ποιμὴν
  3. ἀθανάτων ἅτε φύζαν ἑῇ σύριγγι λιγαίνων,
  4. καὶ Διὸς ἐσσομένην ἐμελίζετο γείτονα νίκην
  5. ἑζομένῳ Τυφῶνι μόρον Τυφῶνος ἀείδων·
  6. καὶ πλέον οἶστρον ἔγειρε. καὶ ὡς νέος ἡδέι κέντρῳ
  7. ἁβρὸς ἐρωμανέων ἐπιθέλγεται ἥλικι κούρῃ,
  8. καὶ πῇ μὲν χαρίεντος ἐς ἄργυφα κύκλα προσώπου,
  9. πῇ δὲ βαθυσμήριγγος ἀλήμονα βότρυν ἐθείρης
  10. δέρκεται, ἄλλοτε χεῖρα ῥοδόχροον, ἄλλοτε μίτρῃ
  11. σφιγγομένην ῥοδόεντος ἴτυν μαζοῖο δοκεύει
  12. αὐχένα παπταίνων γυμνούμενον, ἀμφὶ δὲ μορφῇ
  13. θέλγεται ἀλλοπρόσαλλον ἄγων ἀκόρητον ὀπωπήν,
  14. οὐ δὲ λιπεῖν ἐθέλει ποτὲ παρθένον· ὥς ὅ γε Κάδμῳ
  15. θελγομένην μελέεσσιν ὅλην φρένα δῶκε Τυφωεύς.