Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σκῆπτρα Διὸς φορέοντα καὶ ἀστράπτοντα χιτῶνα.
  2. εἶπε, καὶ Ἀδρήστεια τόσην ἐγράψατο φωνήν.
  3. ἀλλʼ ὅτε δὴ γίνωσκεν ἑκούσιον εἰς λίνον ἄγρης
  4. νήματι Μοιριδίῳ πεφορημένον υἱὸν ἀρούρης
  5. τερψινόων δονάκων βεβολημένον ἡδέι κέντρῳ,
  6. κερδαλέην ἀγέλαστος ἀνήρυγε Κάδμος ἰωήν·
  7. Βαιὸν ἐμῆς σύριγγος ἐθάμβεες ἦχον ἀκούσας·
  8. εἰπέ, τί κεν ῥέξειας, ὅταν σέο θῶκον ἀείσω
  9. ἑπτατόνου κιθάρης ἐπινίκιον ὕμνον ἀράσσων;
  10. καὶ γὰρ ἐπουρανίοισιν ἐγὼ πλήκτροισιν ἐρίζων
  11. Φοῖβον ἐμῇ φόρμιγγι παρέδραμον, ἡμετέρας δὲ
  12. χορδὰς εὐκελάδους Κρονίδης ἀμάθυνε κεραυνῷ
  13. υἱέι νικηθέντι φέρων χάριν· εἰ δὲ ποθʼ εὕρω
  14. νεῦρα πάλιν σφριγόωντα, μέλος πλήκτροισι τιταίνων
  15. θέλξω δένδρεα πάντα καὶ οὔρεα καὶ φρένα θηρῶν·
  16. καὶ στέφος αὐτοέλικτον, ὁμόζυγον ἥλικι γαίῃ,
  17. ὠκεανὸν σπεύδοντα παλινδίνητον ἐρύξω
  18. τὴν αὐτὴν περὶ νύσσαν ἄγειν κυκλούμενον ὕδωρ,
  19. ἀπλανέων δὲ φάλαγγα καὶ ἀντιθέοντας ἀλήτας
  20. στήσω, καὶ Φαέθοντα καὶ ἱστοβοῆα Σελήνης.