Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄλλῳ δίθροον αὐλὸν ὀπάσσατε, μὴ καὶ ὀρίνω
- Φοῖβον ἐμόν· δονάκων γὰρ ἀναίνεται ἔμπνοον ἠχώ,
- ἐξ ὅτε Μαρσύαο θεημάχον αὐλὸν ἐλέγξας
- δέρμα παρῃώρησε φυτῷ κολπούμενον αὔραις,
- γυμνώσας ὅλα γυῖα λιπορρίνοιο νομῆος.
- ἀλλά, θεά, μαστῆρος ἀλήμονος ἄρχεο Κάδμου.
- Σιδονίης ποτὲ ταῦρος ἐπʼ ᾐόνος ὑψίκερως Ζεὺς
- ἱμερόεν μύκημα νόθῳ μιμήσατο λαιμῷ
- καὶ γλυκὺν εἶχε μύωπα· μετοχμάζων δὲ γυναῖκα,
- κυκλώσας παλάμας περὶ, γαστέρα δίζυγι δεσμῷ,
- βαιὸς Ἔρως κούφιζε, καὶ ἐγγύθεν ὑγροπόρος βοῦς
- κυρτὸν ὑποστορέσας λοφίην ἐπιβήτορι κούρῃ,
- δόχμιος ὀκλάζων, κεχαλασμένα νῶτα τιταίνων,
- Εὐρώπην ἀνάειρε· διεσσυμένοιο δὲ ταύρου
- πλωτὸς ὄνυξ ἐχάραξε βατῆς ἁλὸς ἄψοφον ὕδωρ
- ἴχνεσι φειδομένοισιν· ὑπὲρ πόντοιο δὲ κούρη
- δείματι παλλομένη βοέῳ ναυτίλλετο νώτῳ
- ἀστεμφὴς ἀδίαντος· ἰδὼν δέ μιν ἦ τάχα φαίης
- ἢ Θέτιν ἢ Γαλάτειαν ἢ εὐνέτιν ἐννοσιγαίου
- ἢ λοφίῃ Τρίτωνος ἐφεζομένην Ἀφροδίτην·