Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τεύχεσιν οὐρανίοις κεκορυθμένος ἐστὶ Τυφωεύς
  2. αἰγὶς ἐμοὶ μούνη περιλείπεται· ἀλλὰ τί ῥέξει
  3. αἰγὶς ἐμὴ Τυφῶνος ἐριδμαίνουσα κεραυνῷ;
  4. δείδια, μὴ γελάσειε γέρων Κρόνος, ἀντιβίου δὲ
  5. ἅζομαι αὐχένα γαῦρον ἀγήνορος Ἰαπετοῖο·
  6. δείδια μυθοτόκον πλέον Ἑλλάδα, μή τις Ἀχαιῶν
  7. ὑέτιον Τυφῶνα καὶ ὑψιμέδοντα καλέσσῃ
  8. ἢ ὕπατον, χραίνων ἐμὸν οὔνομα. γίνεο βούτης
  9. εἰς μίαν ἠριγένειαν, ἀμερσινόῳ δὲ λιγαίνων
  10. ῥύεο ποιμενίῃ σέο πηκτίδι ποιμένα κόσμου,
  11. μὴ νεφεληγερέταο Τυφωέος ἦχον ἀκούσω,
  12. μὴ βροντήν ἑτέροιο νόθου Διός, ἀλλά ἑ παύσω
  13. μαρνάμενον στεροπῇσι καὶ αἰχμάζοντα κεραυνῷ.
  14. εἰ δὲ Διὸς λάχες αἷμα καὶ Ἰναχίης γένος Ἰοῦς,
  15. κερδαλέης σύριγγος ἀλεξικάκῳ σέο μολπῇ
  16. θέλγε νόον Τυφῶνος. ἐγὼ δέ σοι ἄξια μόχθων
  17. δώσω διπλόα δῶρα· σὲ γὰρ ῥυτῆρα τελέσσω
  18. ἁρμονίης κόσμοιο καὶ Ἁρμονίης παρακοίτην.
  19. καὶ σύ, τελεσσιγόνοιο γάμου πρωτόσπορος ἀρχή,
  20. τεῖνον, Ἔρως, σέο τόξα, καὶ οὐκέτι κόσμος ἀλήτης.