Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἅρπαγος ἁρπαμένου κειμήλιον. ἀλλὰ τί ῥέξω;
- ὤφελεν ἀγρύπνοισιν ὅλον δέμας ὄμμασι λάμπων
- Αργος ἔτι ζώειν, ἵνα δύσβατον εἰς νομὸν ἕλκων
- πλευρὰ Διὸς πλήξειε καλαύροπι βουκόλος Ἥρης.
- ἡ μὲν ἔφη· Κρονίδης δὲ λιπὼν ταυρώπιδα μορφὴν
- εἴκελος ἠιθέῳ περιδέδρομεν ἄζυγα κούρην·
- καὶ μελέων ἔψαυσεν, ἀπὸ στέρνοιο δὲ νύμφης
- μίτρην πρῶτον ἔλυσε περίτροχον, ὡς ἀέκων δὲ
- οἰδαλέην ἔθλιψεν ἀκαμπέος ἄντυγα μαζοῦ,
- καὶ κύσε χείλεος ἄκρον, ἀναπτύξας δὲ σιωπῇ
- ἁγνὸν ἀνυμφεύτου πεφυλαγμένον ἅμμα κορείης
- ὄμφακα Κυπριδίων ἐδρέψατο καρπὸν Ἐρώτων.
- καὶ διδύμῃ σφριγόωσα γονῇ κυμαίνετο γαστήρ·
- καὶ ζαθέης ὠδῖνος ἑὴν ἐγκύμονα νύμφην
- κάλλιπεν Ἀστερίωνι, βαθυπλούτῳ παρακοίτῃ,
- Ζεὺς πόσις· ἀντέλλων δὲ παρὰ σφυρόν Ἡνιοχῆος
- νυμφίος ἀστερόεις ἀμαρύσσετο Ταῦρος Ὀλύμπου,
- εἰαρινῷ Φαέθοντι φιλόδροσα νῶτα φυλάσσων,
- ὀκλαδὸν ἀντέλλων ἐπικάρσιος· ἡμιβαφὴς δὲ
- δεξιὸν Ὠρίωνι πόδα προβλῆτα τιταίνων