Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- βροντὴ κωφὸν ἔπεμπεν ἀδουπήτου μέλος ἠχοῦς
- ἠρέμα βομβήσασα, μόγις δέ οἱ ἠέρος αὐχμῷ
- ἀσταγέος νιφετοῖο κατείβετο διψὰς ἐέρση·
- ἀστεροπὴ δʼ ἤχλυσε, καὶ εἴκελον αἴθοπι καπνῷ
- μαρμαρυγῇ σελάγιζε κατηφέι λεπταλέον πῦρ·
- καὶ παλάμας νοέοντες ἀπειρήτοιο φορῆος,
- ἄρσενα πυρσὸν ἔχοντες, ἐθηλύνοντο κεραυνοί,
- πυκνὸν ὀλισθήσαντες ἀμετρήτων ἀπὸ χειρῶν
- ἅλμασιν αὐτοπόροισιν· ἀπεπλάζοντο δὲ πυρσοὶ
- οὐρανίου ποθέοντες ἐθήμονα χεῖρα φορῆος.
- ὡς δʼ ὅτε τις πλήξιππος ἀποπτυστῆρα χαλινοῦ
- ξεῖνος ἀνὴρ ἀδίδακτος ἀπειθέα πῶλον ἱμάσσων
- πυκνὰ μάτην μογέεσκεν, ὁ δὲ θρασὺς ἔμφρονι θυμῷ
- χεῖρα νόθην γίνωσκεν ἀήθεος ἡνιοχῆος,
- οἰστρηθεὶς δʼ ἀνέπαλτο, καὶ ὄρθιος ὑψόσε βαίνων,
- στηρίξας ἀτίνακτον ὀπισθιδίου ποδὸς ὁπλήν,
- προσθιδίους προβλῆτας ἐκούφισε γούνατα πάλλων,
- καὶ λόφον ᾐώρησεν, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
- ἀμφιλαφὴς δεδόνητο παρήορος αὐχένι χαίτη·
- ὣς ὅ γε χερσὶν ἔκαμνεν ἀμοιβαίῃσιν ἀείρων