Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ταρσὸν ὁμοῦ καὶ Κύδνον ἑνὶ ξύνωσεν ἀγοστῷ·
  2. καὶ κραναοῖς βελέεσσιν ὀιστεύων στίχας ἅλμης
  3. εἰς σκοπέλους μετένασσε, μετʼ αἰθέρα πόντον ἱμάσσων·
  4. νισσομένου δὲ Γίγαντος ἁλιβρέκτου ποδὸς ὁλκῷ
  5. φαίνετο γυμνωθεῖσα διʼ ὕδατος ἄβροχος ὀσφύς,
  6. καὶ μεσάτῳ βαρύδουπον ὕδωρ ἐπεβόμβεε μηρῷ·
  7. νηχόμενοι δὲ δράκοντες, ἁλιγδούπων ἀπὸ λαιμῶν
  8. Ἄρεα συρίζοντες, ἐπεστρατόωντο θαλάσσῃ
  9. ἰὸν ἀποπτύοντες· ἐν ἰχθυόεντι δὲ πόντῳ
  10. ἱσταμένου Τυφῶνος ἔσω βρυόεντος ἐναύλου
  11. βένθεϊ ταρσὰ πέπηκτο, καὶ ἠέρι μίγνυτο γαστὴρ
  12. θλιβομένη νεφέεσσι· Γιγαντείου δὲ καρήνου
  13. φρικτὸν ἀερσιλόφων ἀίων βρύχημα λεόντων
  14. πόντιος ἰλυόεντι λέων ἐκαλύπτετο κόλπῳ·
  15. πᾶσα δὲ κητώεσσα φάλαγξ ἐστείνετο πόντῳ,
  16. γηγενέος πλήσαντος ὅλην ἅλα μείζονα γαίης
  17. ἀκλύστοις λαγόνεσσιν· ἐμυκήσαντο δὲ φῶκαι,
  18. καὶ βυθίῃ δελφῖνες ἐνεκρύπτοντο θαλάσσῃ·
  19. καὶ σκολιαῖς ἑλίκεσσι περίπλοκον ὁλκὸν ὑφαίνων
  20. πούλυπος αἰολόμητις ἐθήμονι πήγνυτο πέτρῃ,