Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πρῶτον ἔχει Κρονίωνα, φαεσφόρον ἅρπαγα νύμφης, καὶ παλάμαις Τυφῶνος ἀρασσόμενον πόλον ἄστρων.
  2. εἰπέ, θεά, Κρονίδαο διάκτορον αἴθοπος αὐγῆς,
  3. νυμφιδίῳ σπινθῆρι μογοστόκον ἄσθμα κεραυνοῦ,
  4. καὶ στεροπὴν Σεμέλης θαλαμηπόλον· εἰπὲ δὲ φύτλην
  5. Βάκχου δισσοτόκοιο, τὸν ἐκ πυρὸς ὑγρὸν ἀείρας
  6. Ζεὺς βρέφος ἡμιτέλεστον ἀμαιεύτοιο τεκούσης,
  7. φειδομέναις παλάμῃσι τομὴν μηροῖο χαράξας,
  8. ἄρσενι γαστρὶ λόχευσε, πατὴρ καὶ πότνια μήτηρ,
  9. εὖ εἰδὼς τόκον ἄλλον, ἐπεὶ γονόεντι καρήνῳ,
  10. ἄσπορον ὄγκον ἄπιστον ἔχων ἐγκύμονι κόρσῃ,
  11. τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην.
  12. ἄξατέ μοι νάρθηκα, τινάξατε κύμβαλα, Μοῦσαι,
  13. καὶ παλάμῃ δότε θύρσον ἀειδομένου Διονύσου·
  14. ἀλλὰ χοροῦ ψαύοντα, Φάρῳ παρὰ γείτονι νήσῳ,
  15. στήσατέ μοι Πρωτῆα πολύτροπον, ὄφρα φανείη
  16. ποικίλον εἶδος ἔχων, ὅτι ποικίλον ὕμνον ἀράσσω·
  17. εἰ γὰρ ἐφερπύσσειε δράκων κυκλούμενος ὁλκῷ,
  18. μέλψω θεῖον ἄεθλον, ὅπως κισσώδεϊ θύρσῳ
  19. φρικτὰ δρακοντοκόμων ἐδαΐζετο φῦλα Γιγάντων·
  20. εἰ δὲ λέων φρίξειεν ἐπαυχενίην τρίχα σείων,