Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Vat. 805, 2.

Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι.

γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Vat. 805, 2.

Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησίν, ἀλλ’ ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν,

χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστι προτεταχέναι με δι’ ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ’ ἵνα φανῇς σὺ ὅπερ ἧς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ’ ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνοοῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται;