Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Vat. ib.

Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκειμένου.

εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι

ἕως ἄν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Vat. 792, 2.

Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων.

ιʹ. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Vat. 792, 2.

Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως.