Homiliae in Job (fragmenta in catenis, typus I+II) (e codd. Vat.)

Origen

Origen. Analecta sacra spicilegio solesmensi parata, Vol. 2. Pitra, Jean Baptiste, editor. Paris: A. Jouby et Roger, 1884.

Κεφ. Ιϛʹ, ιηʹ, ιθʹ. Γῆ, μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Vat. 784, 2.

Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται,

καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥήματα, ἃ καὶ εὐκτικῶς εἴρηται. Λέγει δέ· Μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ’ ἐμὲ, μηδὲ συγκρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μηδὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς· πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασμῶν. Ἢ μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ’ ἐκκαλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας. Καὶ ὁ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ’ εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς ὁ τόνος, ἵνα ὁ Θεὸς τῶν γινομένων κακῶν ἔκδικος καταστὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. Τὸ δέ· Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως.