Fragmenta In Jeremiam (E Philocalia)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν [*](1 Vgl. Joh. 1, 16.— 9 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8, 14). — 11 Röm. 9, 33 Jes. 28, 16. — 17 Jerem. 51, 22. — 20 Vgl. Röm. 9, 32f. I Petr. 2, 7 (Jes. 8,14).) [*](1 λέγουσι] ea, quae crant de plenitudine sumta, cecinerunt: et H | 2 πάντα— πληρώματος] sacra volumina spiritum plenitudinis spirant H | αὐτῶν Blass Koetschau | 3 ἢ1—3] sive in H | πληρώματος] + divinae majestatis H | 4 ἐπεὶ— πληρώματρος2] spirant hodieque in sanctis scripturis plenitudinis verba. Spirant autem H | τοῦ] 〈 Β | 5 ἔχουσιν] + et H | 5/6 καὶ—πληρώματος] 〈 Β | 6/5 αἰσθητήριον—πνεόντων] nares ad ea, quae sunt plenitudinis sentienda H | 7 πνεόντων Blass | 8—13 Vgl. Hom. 39, 1 = Ro 58f. | 8f. 10 προσκώψης u. προσκώμματος Α | 10 ἀφελπίσης Α | 13 τὸ D τὸν ΑΒ | 19—S. 197, 3 Ἐὰν— ἁγίαν] = Ro 34 | 21 ἀφελπίσης ΑΒ* | καὶ] ἢ C.)

197
τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«. πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν. εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν; καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι. ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται. καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.

[*](Ro 59)

Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει | δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ᾿ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἰδῶσι καὶ πότε παραλαμανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων. εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχωίτου θεοῦ γεγένηται· ἀλλ᾿ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ εκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία. οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν ἰατρῶν δύναυται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται. νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον λόγου σώμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατο- [*](1 Röm. 9, 33 Jes. 28, 16. — 4 Vgl. Matth. 12, 36. — 12 Vgl. Matth. 5, 18.) [*](3 ἁγίαν] 〈 C | 4 ὡς] 〈 Α | 4/5 λόγον περὶ αὐτοῦ δώσοντες C | 5 φιλοτι- μώμεθα Α | 6 πᾶν] + τὸ1 ΑΒ | 8 διὰ τοῦ] ἐκ ΑC | ἐργαστικὸν C | 9 τὸ 〈 Hu | 16 ὕγειαν ΑC | 19 εἰδῶσι] εἴδωσι ABC w. e. sch. ἴδωσι Hu | σωματικῶν Α | 21 βοτανικὸς—ἅγιος] τις βοτανιός ἐστιν ὁ ἅγιος καὶ πνευματικός AC | 22 ἕκαστον ἰῶτα καὶ] 〈 Α | 26 θεοῦ] 〈 C | 29 ἰατρῶν] + οὐ C | 30 μόριον] μέρος C | εἰς τί] ἐστι Β.)

198
μεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἑερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων. τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτρπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.

[*](2/3 ἀλλὰ—γεγραμμένων] 〈 C | 2 μᾶλλον] μόνον Β | 3 εὑρίσκης Β* εὑ- ρίσκεις Β?)