Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Διὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκ|μάσσειν τῷ λεντίῳ, ᾧ δι’ ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ διακονῶν διαζώννυται.

ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ’ αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε

ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.

πλὴν ὅτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ« αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ’ ἤδη καὶ τὰς χεῖρας, ἃς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὅταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγομένων ὅτι »Οἱ μαθηταί σου οὐ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον »ἐσθίωσιν«, καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἣν οὐδὲ κατακαλύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ’ ἧς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν τοῦ θεοῦ.

ἀρκεῖται γὰρ ἡμῖν, ἐπὰν ἔλθωμεν εἰς ταὐτὸ τοῖς τοῦ Ἰησοῦ μαθηταῖς καιροῦ, τὸ τοὺς πόδας αὐτῷ παρέχειν νίψοντι καὶ ἐκμάσσοντι μόνους· » Ὁ γὰρ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι, »ἀλλ’ ἔστιν καθαρὸς ὅλος«· εἰ δέ τις μή ἐστιν ὅλος καθαρός, οὐκ ἐλούσατο.

Ζητήσαι δέ τις ἄν, εἰ ὁ λελουμένος οὐκ ἔχει χρείαν νίψασθαι ἀλλ’ ἔστιν καθαρός, καὶ ἦσαν οἱ τοῦ Ἰησοῦ μαθηταὶ καθαροί, ὡς λελουμένοι, πῶς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν ὁ Ἰησοῦς;

εἰς τοῦτο δὲ καὶ προλαβόντες μὲν ἐκ μέρους εἰρήκαμεν καὶ νῦν ἐκείνοις ταῦτα προσθήσομεν.

τὸ »Χρείαν ἔχομεν« ἐπὶ τῶν ἀναγκαίων, ὧν ἄνευ διαζῆν τις οὐ δύναται, τέτακται· ὥστ’ ἂν ἐν σωματικοῖς εἰπεῖν χρείαν ἔχειν τὸν ἄνθρωπον οὐ πλειόνων, ἀλλὰ τούτων μόνων, περὶ ὧν φησιν ὁ Παῦλος· »Ἔχοντες δὲ διατροφὴν καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα«· τὰ δὲ εἰς πλοῦτον καὶ τρυφὴν συμβαλλόμενα ἐκ περιουσίας τοῖς ἁβροδιαίτοις περιγίνεται, οὐχ ὡς χρειώδη καὶ ὧν οὐκ ἄνευ, ἀλλ’ ὡς περισσά· οὕτω τοίνυν καὶ ἐπὶ τῶν θειοτέρων χρεία μὲν ἡμῖν τῶν εἰσαγόντων εἰς ζωὴν καὶ ποιούντων εἶναι ἐν τῷ λέγοντι· »Ἐγώ εἰμι ἡ ζωή«· τὰ δὲ ὑπὲρ ταῦτα, περὶ ὧν λέγεται· »Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου«, καὶ ὅσα νοεῖται κατὰ τὸν παράδεισον τῆς τρυφῆς καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, τὰ ἐν τῇ ἀριστερᾷ τῆς σοφίας, κατὰ τὸν εἰπόντα· »Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ

»αὐτῆς πλοῦτος καὶ δόξα« ὑπὲρ τὴν χρείαν εἶναι λεχθείη ἄν.

καὶ μήποτε τοιοῦτόν ἐστιν τὸ μετὰ τὸ λούσασθαι νίψασθαι τοὺς πόδας ὑπὸ τοῦ τηλικούτου διδασκάλου καὶ σωτῆρος· τὸ γὰρ χάρισμα τοῦ θεοῦ ὑπερπαίει τὴν χρείαν, ὥσπερ καὶ τὸ εἶναι ἐν δόξῃ ἡλίου ἢ σελήνης ἢ ἀστέρων ἐν τῇ ἱερᾷ τῶν νεκρῶν ἀναστάσει.

οὐκ ἔχει μὲν 〈οὖν〉 χρείαν ὁ καθαρὸς καὶ λουσάμενος νίψασθαι· νίπτεται δέ, κατὰ τὸ προαποδεδομένον, ἐπεὶ » Τῷ ἔχοντι παντὶ προστεθήσεται;« καὶ ὡς ὁ Ἰωάννης φησί· » Καὶ ὁ καθαρὸς καθαρισθήτω ἔτι, καὶ ὁ »ἅγιος ἁγιασθήτω«.

τὸ δὲ »Ὑμεῖς καθαροί ἐστε« ἀναφέρεται ἐπὶ τοὺς ἕνδεκα, ᾧ ἐπιφέρεται τὸ »Οὐχὶ πάντες« διὰ τὸν Ἰσκαριώτην· ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν, ἤδη ὄντα οὐ καθαρόν, πρῶτον μὲν ὅτι περὶ τῶν πτωχῶν οὐκ ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν· ὕστερον δὲ ἐπεὶ »Δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν »ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης«, οὐκ ἀπώσατο τὸ βεβλημένον.

διόπερ οἱ μὲν λουσάμενοι καθαροὶ ἕνδεκα ἔτι ἐγένοντο καθαρώτεροι, νιψάμενοι τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ· ὁ δὲ ἤδη μὴ καθαρὸς Ἰούδας (»Ὁ ῥυπαρός, γάρ φησι, ῥυπανθήτω ἔτι«) γέγονε ῥυπαρώτερος καὶ ἀκάθαρτος, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς.