Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἵνα μὴ τὸ ἀληθεύειν τοῦτο ποιήσῃ αὐτὸν μὴ ἔχειν μετὰ τοῦ Ἰησοῦ μέρος, ψεύστην αὐτὸν ἀποδείξαντος ἐν τῷ νίψασθαι τοὺς πόδας αὐτοῦ.

γέγραπται γάρ· »Πᾶς ἄνθρωπος ψεύστης«· εὐκαίρως δέ ποτε χρησόμεθα τῷ ῥητῷ ἐπὶ τῶν προπετέστερον καὶ ἀκρίτως εἰπόντων τι ποιήσειν ὅπερ αὐτοῖς μὴ λυσιτελεῖ ἐμμένουσι τῷ κακῶς κεκριμένῳ.

ὑποδεικνύντες γὰρ αὐτοῖς ὅτι οὐχ

ἕξουσιν μὲν μετὰ τοῦ Ἰησοῦ μέρος, τὴν προπετῆ ἐν ἐπαγγελείᾳ τηρήσαντες φωνήν, δυνήσονται δὲ ἀθετηθέντος τοῦ προειρημένου ἐλπίδα ἔχειν ἀγαθήν, ἀποστήσομεν αὐτοὺς τοῦ ἐμμένειν τοῖς κακῶς κεκριμένοις, κἂν μετὰ ὅρκου διὰ πολλὴν προπέτειαν τὸ τοιοῦτόν ποτε γένηται.

καὶ φήσομεν ὅτι ὥσπερ ὁ εἰπὼν Πέτρος· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, κωλύεται ἐμμένειν τῇ τοῦ λελεγμένου ὁμολογίᾳ, ἵνα ἔχῃ μετὰ τοῦ Ἰησοῦ μέρος, οὕτως καὶ σὺ ὁ δεῖνα ἁμαρτὼν τὴν προπέτειαν καὶ ἀκρίτως ἐπαγγειλάμενος τόδε, βέλτιον ἂν ποιήσαις μεταθέμενος ἐπὶ τὸ τόδε πρᾶξαι εὐλογώτερον ἀπὸ τοῦ ἐμμένειν τῷ κακῶς κριθέντι.

ἐπιστήσαντες δὲ τῷ τε »Ὃ »ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα«, καὶ τῷ »Ἐὰν »μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«, οἱ μὴ βουλόμενοι τοῦτο καὶ τὰ τούτῳ παραπλήσια τροπολογεῖν αἰδεσθέντες παραδεξάσθωσαν τὸ τοιοῦτον εἶδος τῶν εὐαγγελικῶν ἐξετάσεων· ἢ μὴ βουλόμενοι δεικνύτωσαν πῶς εὔλογόν ἐστιν τόν, ὡς ἂν ἐκεῖνοι λέγοιεν, διὰ σεβασμὸν τοῦ Ἰησοῦ εἰπόντα· »Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν »αἰῶνα« τῷ διδασκάλῳ ἀκοῦσαι ὡς ἄρα οὐχ ἕξει μέρος μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς διὰ μέγιστον ἁμάρτημα τὸ μὴ 〈ἠθεληκέναι〉 νενίφθαι τοὺς πόδας ὑπ’ αὐτοῦ.

τὸ μὲν γὰρ ›ἐὰν τόδε τὸ πταῖσμα ποιήσεις, οὐχ ἕξεις μέρος μετ’ ἐμοῦ‹ χώραν 〈ἂν〉 εἶχε λεγόμενον περὶ τῶν προφανῶς ἁμαρτημάτων· τὸ δὲ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ« οὐδαμῶς ἔχει τὸ εὔλογον κατὰ τοῦ ἱσταμένου ἐν τῷ τοὺς σωματικοὺς πόδας μὴ ἠθεληκέναι νίψασθαι τὸν Πέτρον.

νίπτοντος 〈δὲ〉 αὐτοῦ τοὺς πόδας, 〈ἀν〉ημερώτατα [ἃ], ὅπερ οὐ θέμις λέγειν, ὁ διδάσκαλος δόξει ἀποκεκρίσθαι τῷ τιμῶντι αὐτὸν μαθητῇ, ὅπερ ἐστὶν ἀτοπώτατον.

Διὰ τοῦτο παρέχωμεν τῷ Ἰησοῦ τοὺς πόδας ἡμῶν καὶ νῦν ἐγειρομένῳ ἐκ τοῦ δείπνου, καὶ τιθέντι τὰ ἱμάτια καὶ λαμβάνοντι λέντιον καὶ διαζωννύντι ἑαυτόν, καὶ βάλλοντι ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἀρχομένῳ νίπτειν τοὺς πόδας ἡμῶν, ὡς μαθητῶν, καὶ ἐκ|μάσσειν τῷ λεντίῳ, ᾧ δι’ ἡμᾶς γενόμενος ἐν μέσῳ ἡμῶν ὡς ὁ διακονῶν διαζώννυται.

ἐὰν γὰρ μὴ ποιήσωμεν τοῦτο, οὐχ ἕξομεν μετ’ αὐτοῦ μέρος οὐδὲ ὡραῖοι ἔσονται οἱ πόδες ἡμῶν, καὶ μάλιστα ὅτε

ζηλοῦντες τὰ μείζονα χαρίσματα θέλομεν ἐγκαταταχθῆναι τοῖς εὐαγγελιζομένοις τὰ ἀγαθά.

πλὴν ὅτι προπετής ἐστι Πέτρος ἀκούσας τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ« αἰτούμενος ἐν τῷ παρασχεῖν τοὺς πόδας τῷ Ἰησοῦ, ὑπερβάλλειν ἐθέλει τὰ μέτρα τῆς αἰτήσεως αὐτοῦ, καὶ παρεῖχεν νιφθησομένους ὑπὸ τοῦ Ἰησοῦ οὐκέτι τοὺς πόδας μόνους, ἀλλ’ ἤδη καὶ τὰς χεῖρας, ἃς οὐκέτι νίπτεσθαι ὁ Ἰησοῦς ἤθελεν, ὅταν ἄρτον ἐσθίωσιν, καταφρονῶν τῶν λεγομένων ὅτι »Οἱ μαθηταί σου οὐ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον »ἐσθίωσιν«, καὶ πρὸς ταῖς χερσὶν τὴν κεφαλήν, ἣν οὐδὲ κατακαλύπτεσθαι ἔτι Ἰησοῦς ἐβούλετο, ἐφ’ ἧς ἡ εἰκὼν καὶ ἡ δόξα ἤδη ἦν τοῦ θεοῦ.