Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἀλλ’ οὐδὲ Ἰωσὴῳ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας τῶν ἕνδεκα ἀδελφῶν, ἀλλ’ ὁ ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἄνθρωπος »ἐξήγαγεν »πρὸς αὐτοὺς τὸν Συμεών, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας »αὐτῶν«.
ὁ δὲ εἰπών· »Ἥλθον οὐχ ὡς ὁ ἀνακείμενος ἀλλ’ ὡς ὁ »διακονῶν« καὶ δικαίως λέγων τὸ »Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός »εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ«, αὐτὸς βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα ᾔδει γὰρ ὅτι οὐδεὶς οὕτω δύναται νίψαι τοὺς πόδας τῶν μαθητῶν, ὡς διὰ τὸ νίψασθαι ἔχειν αὐτοὺς τὴν μερίδα μετ’ αὐτοῦ, ὡς αὐτός·
τὸ δὲ ὕδωρ, κατ’ ἐμέ, τοιόσδε λόγος ἦν, νίπτων τοὺς πόδας τῶν μαθητῶν, ἐλθόντας ἐπὶ τὸν ὑπὸ τοῦ Ἰησοῦ παρατιθέμενον αὐτοῖς νιπτῆρα.
εἶτα ζητῶ τί δήποτε οὐ γέγραπται μὲν τὸ ἔνιψεν τοὺς πόδας τῶν μαθητῶν‹, λέλεκται δὲ τὸ »Καὶ ἤρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν«.
ἆρα γὰρ συνήθειά ἐστιν τοιαύτη τῶν γραφῶν, καθ’ ἣν δοκεῖ μὴ εὐλόγως, ὡς πρὸς τὴν τῶν πολλῶν συνήθειαν, προτάσσεσθαι τὸ » Ηρξατο«; ἢ τότε μὲν »Ἠρξατο νίπτειν τοὺς »πόδας τῶν μαθητῶν« ὁ Ἰησοῦς, οὐ μὴν ἐπαύσατο τότε νίψας αὐτῶν τοὺς πόδας;
ὕστερον γὰρ ἔνιψε καὶ ἐτέλεσε τὸ νίπτειν, ἐπεὶ ἐμολύνθησαν κατὰ τὸ » Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν »τῇ νυκτὶ ταύτῃ«, καὶ τὸ πρὸς Πέτρον λεγόμενον τὸ »Οὐ μὴ »φῶνήσει ἀλέκτωρ, ἕως ἂν ἀρνήσῃ με τρίς«.
τούτων γὰρ γενομένων τῶν ἁμαρτημάτων, νίψεως πάλιν ἐδέοντο οἱ μολυνθέντες τῶν μαθητῶν πόδες, οὓς ἤρξατο νίπτειν ἡνίκα ἐγείρεται ἐκ τοῦ δείπνου. συνετέλεσεν 〈δὲ〉 τὸ νίπτειν καθαρίσας αὐτοὺς οὐκέτι μολυνθησομένους.
οὕτω δὲ καὶ τό〈τε〉 μὲν ἤρξατο ἐκμάσσειν τοὺς πόδας τῶν μαθητῶν, συνετέλεσεν δὲ ἐκμάσσων, ὅτε συνετέλεσεν καὶ νίπτων.
Τοῖς νῦν ὑπὸ τοῦ Πέτρου λεγομένοις ἐν καιρῷ χρησόμεθα παραδείγματος ἕνεκεν, εἴ που δέοι, ὅτι ἐστὶν δυνατόν τινα κατὰ πρόθεσιν βελτίστην λέγειν διὰ τὸ ἀνεπίστημον τὰ μηδαμῶς ἑαυτῷ συμφέροντα.
εἰ γὰρ συμφέρον μὲν ἦν πρὸς τὸ ἔχειν μέρος μετὰ τοῦ Ἰησοῦ τὸ νίψασθαι τοὺς πόδας ὑπ’ αὐτοῦ, Πέτρος δὲ μὴ ἐπιστάμενος, ὅτι συμφέρον τοῦτο ἦν, πρότερον μὲν εἶπεν οἱονεὶ ἐπαπορῶν δυσωπητικῶς τὸ »Κύριε, σύ μου νίπτεις τοὺς πόδας;« δεύτερον δὲ τὸ » Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα«, καὶ τὰ λεγόμενα κωλυτικὰ ἦν ἔργου τοῦ φέροντος αὐτὸν ἐπὶ τὸ ἔχειν μετὰ τοῦ σωτῆρος τὸ μέρος, δῆλον ὅτι εἰ καὶ ὑγιεῖ προθέσει καὶ σεβασμίῳ πρὸς τὸν διδάσκαλον τοῦτο ἔλεγεν, ἐπιβλαβῶς ἑαυτῷ ἔλεγεν.