Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τὸ γὰρ ἑξῆς τῆς λέξεώς ἐστιν τοιοῦτον· »Καθὼς εἶπον τοῖς Ἰουδαίοις καὶ ὑμῖν λέγω· Ὅπου ἐγὼ ὑπάγω, »ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ἄρτι«. καὶ οὕτω δὲ οὐκ ὀλίγην ἔχει ζήτησιν ὁ τόπος, διὰ τὸ »Ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς »γῆς ποιήσει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας«.
πῶς γὰρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσει ἐν τῇ καρδίᾳ τῆς γῆς, 〈ὃς〉 ἅμα τῇ ἐξόδῳ ἐν τῷ παραδείσῳ ἔμελλεν ἔσεσθαι τοῦ θεοῦ, κατὰ τὸ »Σήμερον μετ’ »ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«; οὕτω δὲ ἐτάραξέν τινας ὡς ἀσύμφωνον τὸ εἰρημένον, ὥστε τολμῆσαι αὐτοὺς ὑπονοῆσαι προστεθῆσθαι τῷ εὐαγγελίῳ ἀπό τινων ῥαδιουργῶν αὐτὸ τὸ » Σήμερον μετ’
»ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ«.