Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἀλλ’ ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, πολλῷ πλέον οὐκ ἦν Χριστὸς μετὰ τοῦ Ἰούδα, μακρύναντος ἑαυτὸν ἀπὸ τοῦ σωτῆρος· »Τίς γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ;«
Εἰ καὶ μικρὸν δὲ ἔτι μετὰ τῶν τεκνίων ἔμελλεν εἶναι ὁ πατὴρ αὐτῶν Ἰησοῦς, χρὴ εἰδέναι τὸ μετὰ τὸ »μικρὸν« ἐκεῖνο· εἰ καὶ μὴ ἦν μετ’ αὐτῶν, οὐδὲν ἧττον ἐκεῖνοι ζητεῖν ἔμελλον τὸν Ἰησοῦν, ὡς ὁ Πέτρος μετὰ τὸ ἀρνήσασθαι πικρῶς ἔκλαιεν, οἶμαι, ζητῶν τὸν Ἰησοῦν.
νῦν μὲν οὖν τὸ »Ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι« λέλεκται, ὀλίγῳ 〈δὲ〉 ὕστερον· » Μικρόν, φησί, καὶ οὐκέτι θεωρεῖτέ »με, καὶ πάλιν μικρὸν 〈καὶ〉 ὄψεσθέ με«, ὅτε λεγόντων τῶν μαθητῶν· » Τί ἐστιν τοῦτο ὃ λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ· γνοὺς ὁ »Ἰησοῦς καὶ ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, εἶπεν αὐτοῖς· Περὶ τούτου »ζητεῖτε μετ’ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ »πάλιν μικρὸν καὶ ὄψεσθέ με; ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε »καὶ θρηνήσετε ὑμεῖς· ὁ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, »ἀλλ’ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται«.
τὸ γὰρ »μικρὸν« ἐκεῖνο ἐν ᾧ οὐκ ἐθεώρουν αὐτόν, ἐζήτουν Ἰησοῦν· διὸ ἔκλαιον καὶ ἐθρήνουν, τῆς λύπης αὐτῶν εἰς χαρὰν μεταβαλλούσης, ὅτε ἐπληροῦτο τὸ »Καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με«.