Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὕστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὕτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν.
οὗτοι γοῦν πρὸς οὓς εἶπεν· »Τεκνία« μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡσπερεὶ μεταποιωθέντες ἀπὸ τῆς ἀναστάσεως Ἰησοῦ, γίνονται τοῦ πρότερον εἰπόντος »Τεκνία« ἀδελφοί.
διὸ γέγραπται· »Πορεύου πρὸς τοὺς ἀδελφούς. »καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα »ὑμῶν, καὶ θεόν μου | καὶ θεὸν ὑμῶν«.
καὶ τάχα † ὥσπερ ἔστιν μεταβαλεῖν ἐκ δούλου Ἰησοῦ· δοῦλοι δὲ ἦσαν οἱ μαθηταὶ πρὸ τοῦ εἶναι τεκνία, ὡς δῆλον ἐκ τοῦ »Ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ »κύριος, καὶ καλῶς λέγετε, εἰμὶ γάρ« καὶ τοῦ » Οὐκ ἔστιν δοῦλος
»μείζων τοῦ κυρίου αὐτοῦ« ἀναγεγραμμένου πρὸ τοῦ » Τεκνία, ἔτι »μικρὸν μεθ’ ὑμῶν εἰμι«· ἐπιστήσεις δὲ εἰ ὁ δοῦλος πρότερον μαθητὴς γίνεται, εἶτα τεκνίον, εἶτα ἀδελφὸς Χριστοῦ καὶ υἱὸς τοῦ θεοῦ.μαθητὴν δὲ ἐν τούτοις λεκτέον τὸν ἐκ τοῦ παρέχειν αὐτὸν παραληψόμενον τὴν τοῦ λόγου ἐπιστήμην, μανθάνοντα ἀπὸ τοῦ τηλικούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ.
τὸ δὲ »Ἔτι μικρὸν »μεθ’ ὑμῶν εἰμι« κατὰ μὲν τὸ ἁπλούστερον ὡς πρὸς τὸ ῥητὸν σαφές ἐστιν, ἐπεὶ ὅσον οὐδέπω ἔμελλεν μηκέτι ἔσεσθαι μετὰ τῶν μαθητῶν· πρότερον μὲν συλληφθεὶς ὑπὸ τῆς σπείρας καὶ τοῦ χιλιάρχου καὶ τῶν Ἰουδαϊκῶν ὑπηρετῶν, οἵτινες δήσαντες αὐτὸν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον· μετὰ δὲ τοῦτο τῷ Πιλάτῳ παραδοθεὶς καὶ ἑξῆς τὴν ἐπὶ σταυρῷ καταδικασθείς· εἶτα ποιήσας ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
κατὰ δὲ τὸ βαθύτερον ζητήσεις μήποτε μετὰ τὸ »μικρὸν« οὐκέτι ἦν μετ’ αὐτῶν· οὐ τῷ μὴ παρεῖναι αὐτοῖς κατὰ σάρκα καὶ τῷ τὴν ψυχὴν αὐτοῦ εἰς ᾅδου καταβεβηκέναι (τούτου γὰρ ἕνεκεν 〈οὐκ〉 ἐκωλύετο εἶναι καὶ μετὰ τῶν μαθητῶν ὁ εἰπών· »Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ »ἐμὸν ὄνομα, καὶ ἐγώ εἰμι ἐν μέσῳ αὐτῷν« καὶ »Ἰδοὺ ἐγὼ μεθ’ »ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«) ἀλλὰ τῷ, πληρωθέντος τοῦ »Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν »ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, »καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης«, μηκέτι εἶναι μετ’ αὐτῶν τὸν μετὰ τῶν ἀξίων μόνων τυγχάνοντα.
πρὸς τοῦτο δ’ ἄν τις ἀνθυποφέροι τὸ » Μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε« λέγων αὐτὸν εἶναι καὶ μετὰ τῶν μὴ γινωσκόντων αὐτόν.
ὅρα δὲ μήποτε οὐ ταὐτόν ἐστιν τὸ εἶναι αὐτὸν μετά τινος, ὅπερ ἐν ἐπαγγελίᾳ ὡς ἀξίοις δίδοται, τῷ ἑστηκέναι αὐτὸν καὶ μὴ γινωσκόμενον ἐν μέσῳ τῶν μὴ γινωσκόντων.