Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἀλλ’ εἰ καὶ πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται, οὐ συγχεῖται ἡ δικαιοσύνῃ τοῦ θεοῦ καὶ τὸ κατ’ ἀξίαν ἕκαστον οἰκονομεῖσθαι· ὅπερ δηλοῦται ἐπιφερομένου τῷ »Οὕ»τως ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται« τοῦ »Ἕκαστος δὲ ἐν »τῷ ἰδίῳ τάγματι«.
πάλιν τε αὖ τὰ διάφορα νοήσεις τάγματα τῶν ἐν Χριστῷ ζωοποιηθησομένων ὅτε πληροῦται τὸ »Πάντα ἔδωκεν »αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας«, ἐπιστήσας τῷ »Ἀπαρχὴ Χριστός, »ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος«, ὅπερ τέλος μετὰ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐνστήσεται, ὅτε »Παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί«, πρότερον καταργήσας »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν«.
ταῦτα δ’ οἶμαι ἐστὶν πρὸς ἃ ἡ πάλη, ἵνα μηκέτι ῃ ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, πρὸς ἃ ἡ πάλη, καὶ διὰ τοῦτο μηκέτι ὑπάρχῃ πάλη, καταργηθείσης
πάσης ἀρχῆς τε καὶ ἐξουσίας καὶ δυνάμεως.κινεῖ δέ με εἰς τὸ τὴν καταργουμένην »πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« εἶναι τὰ πρὸς ἃ ἡ πάλη τὸ ἐπιφερόμενον παρὰ τῷ Παύλῳ τούτοις τὸ »Δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ »〈τοὺς〉 πόδας αὐτοῦ«. εἶτα· »Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ »θάνατος«.
καὶ συνάδει γε τῷ »Πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς »χεῖρας αὐτοῦ«, ὅπερ σαφέστερον ἐκτιθέμενός φησιν ὁ ἀπόστολος· »Ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ »ὑποτάξαντος αὐτῷ τὰ πάντα«.
εἰ δὲ ἅπαντα ὑποτέτακται, καὶ τοῦτο δῆλον, ὅτι »ὑποτέτακται πάντα ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ »πάντα«· καὶ οὗτος περὶ οὗ γέγραπται· »Ἐνώπιον κυρίου »παντοκράτορος ἐτραχηλίασεν«, τῶν ὑποτασσομένων αὐτῷ ἔσται, νικηθεὶς ἐπὶ τῷ εἶξαι τῷ λόγῳ καὶ ὑποταγῆναι τῇ εἰκόνι τοῦ θεοῦ, καὶ γενέσθαι ὑποπόδιον τῶν Χριστοῦ ποδῶν.