Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ (»Ἐν τῷ κόσμῳ »γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ »ἔγνω«), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, καὶ ἦν ἡ ζημία τοῦ μὴ δεδοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ δοξάζοντος αὐτὸν κόσμου.
ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δι’ ἧς ἐδοξάσθη δόξης ἐν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν· οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται.