Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἐπεὶ δὲ ὁ δοξαζόμενος ὑπό τινος δοξάζεται. ζητήσεις ἐν τῷ »Ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ ὑπὸ τίνος; ὁμοίως δὲ καὶ ἐν τῷ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.

ὑπὲρ δὲ τῆς τῶν ῥητῶν σαφηνείας ἐπιμελῶς προσχῶμεν πρώτῳ μὲν λεγομένῳ τῷ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«· δευτέρῳ δὲ τῷ »Καὶ ὁ θεὸς »ἐδοξάσθη ἐν αὐτῷ«· τρίτῳ δὲ τοιούτῳ συνημμένῳ » Εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ«· τετάρτῳ δὲ τῷ » Καὶ εὐθὺς δοξάσει αὐτόν«.

ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀνα λαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρχηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«, λήγῃ δὲ εἰς τὸ » Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει »αὐτόν«, ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ’ ὃ ὁρίζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρημένου· »Καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.

καὶ οὐκ ἠδυνάσθη’ »Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν »ἐπ’ αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή«.

καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον· »Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη »ἔπλησεν τὸν οἶκον κυρίου.

καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι »λειτουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον«.

καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται· »Ὡς δὲ κατέβαινε Μωϋσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τῆς »διαθήκης ἐπὶ τῶν χειρῶν Μωϋσῇ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ »ὄρους, καὶ Μωϋσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς »τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν »καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ »ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι »αὐτῷ«.