Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(15) Εἰσελθόντος μέντοι τοῦ Σατανᾶ εἰς τὸν Ἰούδαν, Λέγει, φησίν, αὐτῷ ὁ Ἰησοῦς· Ὁ ποιεῖς ποίησον τάχιον«. τίνι δὲ »Αὐτῷ« ἀμφίβολον, ἐπεὶ δύναται αὐτῷ τῷ Ἰούδα ἢ τῷ Σατανᾷ εἰρηκέναι ὁ κύριος· »Ὁ ποιεῖς ποίησον τάχιον« προκαλούμενος τὸν ἀνταγωνιστὴν ἐπὶ τὴν πάλην, ἢ τὸν προδότην ἐπὶ τὸ διακονῆσαι τῇ σωτηρίῳ 〈τῷ〉 κόσμῳ ἐσομένῃ οἰκονομίᾳ, ἦν οὐκέτι μέλλειν οὐδὲ βραδύνειν, ἀλλ’ ὅσῃ δύναμις ταχύνειν ἤθελεν, οὐ δειλιῶν, ὡς οἴονταί τινες τῶν μὴ νοησάντων τίνα τρόπον εἶπε· »Πάτερ, εἰ δυνατόν, »παρελθέτω τὸ ποτήριον τοῦτο«, ἀλλὰ θαρραλεώτατα ἐπὶ τὸν ἀγῶνα, ἵν’ οὕτως εἴπω, ἀποδυόμενος.

νομίζω δὲ καὶ τὸν εἰκοστὸν ἕκτον Ψαλμὸν ἐκ προσώπου τοῦ σωτῆρος προφητεύεσθαι παρὰ τὸν καιρὸν τοῦ πάθους, καὶ τοῦ πονηροῦ πανστρατεὶ ἀγωνιζομένου κατ’ αὐτοῦ· οὕστινας ἰδὼν ὁπλιζομένους κατ’ αὐτοῦ καὶ κονιομένους, ἡνίκα »Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν »ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ« φησίν· »Κύριος φωτισμός μου, καὶ σωτήρ μου κύριος, τίνα φοβηθήσομαι; »κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ »ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ »θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. ἐὰν »παρατάξηται ἐπ’ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν »ἐπαναστῇ ἐπ’ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω«.

Πλὴν τὸ λεγόμενον εἴτε τῷ Σατανᾷ εἴτε τῷ Ἰούόᾳ ὑπὸ τοῦ Ἰησοῦ τὸ »’Ὁ ποιεῖς, ποίησον τάχιον« οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἴρηται.

οἱ μὲν γὰρ διὰ τὸ ἐπικεῖσθαι τὴν τοῦ πάσχα ἑορτὴν ᾤοντο λέγειν αὐτὸν τῷ ἔχοντι τὸ γλωσσόκομον τῶν ἀναλωμάτων καὶ τῶν εἰς τὴν χρείαν τῶν πτωχῶν διδομένων ὅτι ὠνήσεται οὗτος ὧν χρῄζομεν εἰς τὴν ἑορτήν, ἢ ἐκ τῶν συναχθέντων δώσει τοῖς πτωχοῖς.

ὁ γὰρ Ἰησοῦς οὐ τοῦτο ἔλεγεν, ἀλλὰ βλέπων καὶ τὸν εἰσελθόντα καὶ τὸν παραδεξάμενον αὐτὸν καὶ πᾶσαν τὴν κατ’ αὐτοῦ

ἐπιβουλήν, ἐπὶ τὸν ἀγῶνα ἀποδυόμενος καὶ ἐπὶ τὸ ἀριστεῦσαι ὑπὲρ σωτηρίας ἀνθρώπων κατὰ τοῦ πονηροῦ εἶπεν τὸ »Ὅ ποιεῖς, ποίησον »τάχιον«.

XXIV. (16) Ὁ μὲν σωτὴρ ἔλεγεν· »Ὅ ποιεῖς, ποίησον τάχιον« τῷ Ἰούδᾳ· | ὁ δὲ προδότης ἐν τούτῳ μόνῳ νῦν τῷ διδασκάλῳ πείθεται. λαβὼν γὰρ τὸ ψωμίον οὐκ ἐμέλλησεν οὐδὲ ἐβράδυνεν, ἀλλ’ ὡς γέγραπται· »’Ἐξῆλθεν εὐθύς«, ποιῆσαι τάχιον κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ τὸ τῆς προδοσίας ἔργον.

καὶ ἀληθῶς *ἐξῆλθεν«· οὐ γὰρ μόνον κατὰ τὸ ἁπλούστερον ἐξῆλθεν τοῦ οἴκου, ἐν ᾧ τὸ δεῖπνον ἐγίνετο, ἀλλὰ καὶ τέλεον ἐξῆλθεν ἀπὸ τοῦ Ἰησοῦ, ἀνάλογον τῷ »Ἐξῆλθον ἐξ ἡμῶν«.

ἐγὼ δ’ οἶμαι ὅτι οὐδὲ ὁ εἰσελθὼν μετὰ τὸ ψωμίον εἰς τὸν Ἰούδαν Σατανᾶς ἐχώρει φέρειν τὸ εἶναι ἐν τῷ αὐτῷ τόπῳ μετὰ τοῦ Ἰησοῦ· οὐδεμία γὰρ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ ἐστίν.

εἰ δὲ μὴ περιέργως ζητῶ τί δήποτε οὐ πρόσκειται τῷ »Λαβὼν τὸ ψωμίον« τὸ ›Καὶ φαγών‹, καὶ αὐτὸς ἐπιστήσεις.

ὅπου γὰρ βούλεται, προστίθησιν καὶ τὸ φαγεῖν ὁ λόγος τῷ λαβεῖν· ὥσπερ ἐπὶ τοῦ τῆς εὐλογίας ἄρτου γέγραπται, ὅτι εἶπεν τοῖς μαθηταῖς ὁ Ἰησοῦς· »Λάβετε, φάγετε«.

ἆρ’ οὖν λαβὼν τὸ ψωμίον οὐκ ἔφαγεν ὁ Ἰούδας; φέρε οὖν, εἰ καὶ μὴ συνᾴδειν τινὰ δόξει τῶν λεχθησομένων τοῖς προειρημένοις, γυμνάσωμεν τὰ κατὰ τὸν τόπον, κρινοῦντος τοῦ ἐντευξομένου ὁπότερα χρὴ παραδέξασθαι τῶν λεγομένων.

»Βάψας, φησί, τὸ ψωμίον« ὁ Ἰησοῦς, καὶ δῆλον ὅτι ἐάσας αὐτὸ ἐν τῷ τρυβλίῳ λαμβάνει· οὕτω γὰρ νοήσεις τὸ »Βάψας οὖν »τὸ ψωμίον«, ἵνα μὴ παρέλκῃ τὸ λαβεῖν.

εἶτα λέγεται ὅτι »Δίδωσιν »Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου. καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν »εἰς ἐκεῖνον ὁ Σατανᾶς«. »μετὰ τὸ ψωμίον« οὖν, τάχα μὴ βρωθὲν ὑπὸ τοῦ Ἰούδα, προλαβόντος τοῦ εἰσελθόντος εἰς τὸν Ἰούδαν Σατανᾶ τὴν χρῆσιν τοῦ ψωμίου, ἵνα μὴ ὄνηται ὁ Ἰούδας τῆς ἀπὸ τοῦ Ἰησοῦ δόσεως τοῦ ψωμίου.

τὸ μὲν γὰρ εἶχεν δύναμιν ὠφελητικὴν τῷ χρησομένῳ· ὁ δὲ ἅπαξ βαλὼν αὐτοῦ εἰς τὴν καρδίαν ἵνα παραδῷ

τὸν διδάσκαλον, φοβούμενος μὴ τὸ βεβλημένον ἐκπέσῃ τοῦ βληθέντος διὰ τῆς τοῦ ψωμίου χρήσεως, προλαβὼν ἅμα τῷ λαβεῖν τὸν Ἰούδαν τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτόν, ὅτε καὶ εἰρημένου τοῦ »Ὅ »ποιεῖς ποίησον τάχιον« λαβὼν τὸ ψωμίον ὁ Ἰούδας »ἐξῆλθεν »εὐθύς«.

καὶ οὕτως δ’ ἂν οὐκ ἀπιθάνως εἰς τὸν τόπον λέγοιτο· ὥσπερ ὁ ἀναξίως ἐσθίων τὸν ἄρτον τοῦ κυρίου ἢ πίνων αὐτοῦ τὸ ποτήριον εἰς κρῖμα ἐσθίει καὶ πίνει, τῆς μιᾶς ἐν τῷ ἄρτῳ κρείττονος δυνάμεως καὶ ἐν τῷ ποτηρίῳ ὑποκειμένῃ μὲν διαθέσει κρείττονι ἐνεργαζομένης τὸ βέλτιον, χείρονι δὲ ἐμποιούσης τὸ κρῖμα· οὕτω τὸ ἀπὸ τοῦ Ἰησοῦ ψωμίον ὁμογενὲς ἦν τῷ δοθέντι καὶ τοῖς λοιποῖς ἀποστόλοις ἐν τῷ »Λάβετε, φάγετε«, ἀλλ’. ἐκείνοις μὲν εἰς σωτηρίαν, τῷ δὲ Ἰούδᾳ εἰς κρῖμα, ὡς μετὰ τὸ ψωμίον εἰσεληλυθέ|ναι εἰς αὐτὸν τὸν Σατανᾶν.