Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
(14) Τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος θεωρήσωμεν. »Ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ«. εἶπεν οὖν τοῦτο ὁ Ἰησοῦς, καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ »δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου«.
καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, οὐ δυνηθεὶς πρότερον εἰσελθεῖν, οὐδὲ εὐθέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνᾳ παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης.
ἐχρῆν γάρ, οἶμαι, διὰ τῆς δόσεως τοῦ ψωμίου ἀντιλαβεῖν αὐτὸ ἀπὸ τοῦ ἀναξίου ἔχειν τὸ κρεῖττον ὃ ἐδόκει ἔχειν· ἀπὸ γὰρ τοῦ μὴ ἔχοντος καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
ἀφαιρεθεὶς οὖν ὁ Ἰούδας ὡς ἀνάξιος τοῦ κρείττονος τοῦ εἰπόντος, κεχώρηκε τὴν εἰς αὐτὸν τοῦ Σατανᾶ εἴσοδον.
παραδείγματος δὲ ἕνεκεν ἵνα νοηθῇ πῶς ψωμίον μὲν ἔδωκεν ὁ κύριος τῷ Ἰούδᾳ, ἐκεῖνος δὲ τότε ἀπέθετο κρεῖττόν τι ἐνυπάρχον ἐν αὐτῷ, καὶ τάχα τὴν εἰρήνην, ὑποστρέφουσαν ἀπὸ τοῦ ἀκούσαντος καὶ μὴ παραδεξαμένου ἐπὶ τὸν εἰπόντα, κατὰ τὸ λελεγμένον ὅτι »Ἐὰν μὲν ᾖ ἐκεῖ υἱὸς »εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτὸν ἀναπαύσεται· ἐὰν δὲ μὴ ᾖ ἐκεῖ »υἱὸς εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἀνακάμψει«, παραθησόμεθα καὶ ἀπὸ τῆς πρὸς Κορινθίους δευτέρας ἐπιστολῆς ταῦτα οὕτως γεγραμμένα· »Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ »τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα«.