Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ καὶ ἀνακείμενος οὖν πρότερον μὲν ἦν ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὕστερον δὲ ἀνέπεσεν ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ, διὰ τοῦ δευτέρου ἐν τοῖς τελευταίοις τοῦ εὐαγγελίου χαρακτηρίζεται ὡς μείζονος καὶ διαφέροντος ὁ τοῦ Ἰησοῦ γνήσιος μαθητής.

γέγραπται γὰρ ὅτι »Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει

»τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν »ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ »παραδιδούς σε;« οὐ γὰρ γέγραπται· ›ὃς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ Ἰησοῦ‹.

(14) Τί δὲ καὶ ἀποκρινόμενος εἶπεν ὁ κύριος θεωρήσωμεν. »Ἐκεῖνος, φησίν, ἐστὶν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ«. εἶπεν οὖν τοῦτο ὁ Ἰησοῦς, καὶ »βάψας τὸ ψωμίον λαμβάνει καὶ »δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου«.

καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς, οὐ δυνηθεὶς πρότερον εἰσελθεῖν, οὐδὲ εὐθέως ἅμα τῷ βεβληκέναι εἰς τὴν καρδίαν ἵνᾳ παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης.