Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δὲ δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνε
ται.γέγραπται γάρ· » Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ »σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ »ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ »ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ«.
καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου οὐκέτι λέγεται τὸ ἢ »πιστεύσωσίν »σοι«, ἢ οὐ πιστεύσουσιν.
δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, δι’ ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου.
ἀλλὰ γὰρ ἐπανέλθωμεν, πλείονα τοῦ δέοντος διὰ τὸν κόλπον τοῦ Ἰησοῦ παραλαβόντες εἰς τὸν τόπον ἐπὶ τὸ προκείμενον, καὶ μαθόντες ὅτι ὃν ἠγάπα ὁ Ἰησοῦς ἦν ἀνακείμενος ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, πάντα πράττωμεν πρὸς τὸ ἐγκριθῆναι τῇ ἐξαιρέτῳ αὐτοῦ ἀγάπῃ· οὕτω γὰρ καὶ αὐτοὶ ἀνακεισόμεθα ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· νεύει δὲ τῷ ἀγαπωμένῳ μαθητῇ Σίμων Πέτρος, καὶ μὴ ἀρκούμενος τῷ νεύματι φησὶν αὐτῷ· » Εἰπὲ τίς ἐστιν περὶ οὗ λέγει«.