Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

XXI. Εἰ δὲ καὶ ἄλλον τόπον περὶ τῆς τοῦ κόλπου ὀνομασίας δεήσει παραθέσθαι ἀπὸ τῆς γραφῆς, φέρε ἐξετάσωμεν τίνα τρόπον εἶπεν κύριος τῷ Μωϋσῇ· »Πάλιν εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν »κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ, »καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ καὶ ἐγένετο ἡ χεὶρ »αὐτοῦ λεπρῶσα ὡσεὶ χιών. καὶ εἶπεν· Εἰσένεγκον τὴν χεῖρά σου »εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον »αὐτοῦ, καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν »ἀπεκατεστάθη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ«.

χαλεπὸν μὲν οὖν ἰδεῖν καὶ ὑπὲρ | ἡμᾶς, τίνος σύμβολον εἶναι δύναται τὸ σημεῖον τοῦτο. ἐπεὶ δὲ χρὴ καὶ ἡμᾶς μὴ ἀργεῖν ἀπὸ τοῦ ζητεῖν καὶ τὸ ὑποπῖπτον εἰς κρίσιν παραδοῦναι τῷ ἐντευξομένῳ, φήσομεν ὅτι ἡ χεὶρ πράξεων πολλαχοῦ σύμβολόν ἐστιν· ὁ δὲ κόλπος Μωϋσέως δύο δυνάμεις ἔχει, τὴν μὲν προτέραν καὶ κατὰ τὰ τοῦ γράμματος νοήματα. ποιοῦσαν τὴν πρᾶξιν τοῦ πράττοντος ὡσεὶ χιών, ὅσον ἐπὶ τῇ Ἑβραίων φωνῇ, [ἢ] καὶ λεπρῶσαν· τὴν δὲ δευτέραν καὶ κατὰ τὸν πνευματικὸν νόμον, καθαρὰν ἀποδεικνύουσαν τὴν πολιτείαν καὶ ἀποκαθιστανομένην εἰς τὸ βούλημα τῆς φύσεως τοῦ λόγου.

καὶ τήρει γε ὅτι ἐπιφέρεται τούτοις τὸ »Ἐὰν μὴ πιστεύσωσίν σοι μηδὲ »εἰσακούσωσιν τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι »τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου«· ὁ γὰρ μὴ πιστεύσας τῇ ἐκδοχῇ τοῦ γράμματος, διὰ μεγαλόνοιαν πιστεύει τῇ πνευματικῇ τοῦ νόμου διηγήσει.

ἐὰν δέ τις μὴ πιστεύσῃ τοῖς δυσὶ σημείοις τούτοις, τῷ μὲν προτέρῳ ὅτι λεπρὰν ποιεῖ τὴν πρᾶξιν, τῷ δὲ δευτέρῳ ὅτι ἀποκαθίστησιν αὐτὴν εἰς τὸ κατὰ φύσιν, τὸ ὕδωρ τούτῳ αἷμα γίνε

ται.

γέγραπται γάρ· » Καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ »σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ »ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ »ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ αἷμα ἐπὶ τοῦ ξηροῦ«.

καὶ πρόσχες δὲ ὅτι ἐπὶ τούτου τοῦ σημείου οὐκέτι λέγεται τὸ ἢ »πιστεύσωσίν »σοι«, ἢ οὐ πιστεύσουσιν.

δηλοῦται γὰρ ὅτι τῷ μὴ πιστεύσαντι τοῖς δυσὶ σημείοις τὸ λαμβανόμενον ἀπὸ τοῦ ποταμοῦ ὕδωρ αἷμα γίνεται, δι’ ἀπιστίαν ποτίμου ἀπολαύειν οὐ δυναμένῳ λόγου.