Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τηλικοῦτος ἦν ἄνθρωπος εἰρήνης Χριστοῦ, ὡς ἐλπίδας ἀγαθάς ποτε τὸν Ἰησοῦν ἐπ’ αὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι· ἄκουε γὰρ τοῦ »Ἐφ’ ὃν »ἤλπισα«.

ἐγὼ δ’ οἶμαι ὅτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν· »Ὁ ἐσθίων ἄρτους μου«.

τὸ δὲ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ« μεταπέφρασται εἰς τὸ »Ἐπῆρεν ἐπ’ ἐμὲ * πτέρναν αὐτοῦ«, ὡς ταὐτὸν εἶναι τὸ »Ἐμεγάλυνεν« τῷ »Ἐπῆρεν«.

καὶ εἰ χρὴ τὴν »Ἐπῆρεν ἐπ’ »ἐμὲ τὴν πτέρναν αὐτοῦ« καὶ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμὸν »αὐτοῦ« σαφηνίσαι λέξιν, φήσομεν ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί· τοιοῦτος δὲ καὶ Ἰούδας ἦν, τὸν υἱὸν τοῦ θεοῦ καταπατῶν.

καὶ τρώγων ἦν μετὰ τοῦ Ἰησοῦ τὸν ἄρτον αὐτοῦ, ὅτε βάψας ὁ

Ἰησοῦς τὸ ψωμίον λαμβάνει, καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.

ἐπῆρεν 〈δὲ〉 Ἰούδας ἐπὶ τὸν διδάσκαλον τὴν πτέρναν αὐτοῦ, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν.

εἰ δὲ δύναται καὶ τὸ »Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με« συνεξεταζόμενον τῷ »Ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ« ἀναφέρεσθαι ἐπὶ τὸν Ἰούδαν, γενόμενον ἐν τῇ μερίδι τοῦ Ἰησοῦ καὶ κτῆμα χρηματίσαντα αὐτοῦ καὶ ἀπόστολον, πτέρναν δὲ διὰ τὸ τελευταῖον αὐτὸν γεγονέναι τροπικῶς λεγόμενον, καὶ αὐτὸς συνεπισκέψει.

(9) Τὴν ἀναφορὰν ἡ λέξις αὕτη ἔχει ἐπὶ τὸ προειρημένον τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ »ἵνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν »ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ«· τοῦτο γὰρ τὸ ἐσόμενον, ἵνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ, ὅς ἐστι τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἀπ’ ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφητευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὗ ταῦτα πεπροφήτευται, ἀπὸ τοῦ τρώγοντος μετ’ αὐτοῦ τὸν ἄρτον ἐπάραντος τὴν ἑαυτοῦ πτέρναν κατ’ αὐτοῦ.

Ζητήσαι δ’ ἄν τις πῶς εἴρηται τοῖς μαθηταῖς, ὧν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι« καὶ διὰ τοῦτο λέγω »ἵν’ ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι« ὁ προφητευθεὶς χριστός.

καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μαθητῶν ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰπόντος· »Ἵνα πιστεύητε ὅταν γένηται ὅτι ἐγώ εἰμι«.

ὁ παραλαμβάνων | σοφίας θεωρήματα ἔσθ’ ὅτε ἐπὶ προτέροις, δι’ ἃ ἤδη σοφός ἐστιν, ἀναλαμβάνει δεύτερα, ἐφ’ οἷς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται· καθὼς λέγεται καὶ τὸ »Τῶνδε γὰρ ἀκούσας »σοφός, σοφώτερος ἔσται«.

ὥσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο· ταῦτά σε ποιεῖ σοφόν· οὐ πάντως ἂν ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὡς ἐπιγινομένης τῆς προκοπῆς καὶ ὁδευούσης ἐπὶ τὴν τελειότητα· οὕτω

μοι νόει καὶ τὸν πιστεύοντα δύνασθαι πιστότερον γενέσθαι.

καὶ γὰρ οἱ ἀπόστολοι, προσελθόντες ποτὲ τῷ κυρίῳ, οὐχ ἑαυτῶν κατηγοροῦντες ὡς ἀπίστων ἔλεγον αὐτῷ τὸ »Κύριε, πρόσθες ἡμῖν »πίστιν«· καὶ γὰρ ἐν τῷ »πρόσθες« σαφῶς παρίσταται ὅτι πίστιν εἶχον χωροῦσαν προσθήκην.