Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα καὶ ἑαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾧ ζητήσεις, πῶς ἄνθρωπος εἰρήνης Ἰούδας ἦν καὶ ἐπ’ αὐτὸν ὁ σωτὴρ ἤλπισεν.

δηλοῦσθαι οὖν διὰ τούτων νομίζω ὅτι γνησίως ποτὲ ἐπεπιστεύκει· οὐ γὰρ ἂν μηδέποτε υἱὸν εἰρήνης γενόμενον αὐτὸν ἀποστέλλων μετὰ τῶν λοιπῶν ἀποστόλων ἔλεγεν καὶ αὐτῷ· τοῖς γὰρ δώδεκα ἀναγέγραπται εἰρηκέναι τὸ »Εἴπατε, »εἰρήνῃ τῷ οἴκῳ τούτῳ. καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἡ εἰρήνη »ὑμῶν ἐπ’ αὐτὸν ἀναπαύσεται· εἰ δὲ μή γε, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἀνακάμψει«.

καὶ γὰρ ὅρα μεθ’ ὅσα ὁ διάβολος ἔβαλεν αὐτοῦ εἰς τὴν καρδίαν τὰ κατὰ τοῦ σωτῆρος, εἰ καὶ πρὸ ὀλίγου κλέπτης εἶναι μεμαρτύρηται.

οὐκ ἂν δ’ οἶμαι ἀρχῆθεν κλέπτης ὢν ἐπιστεύθη | τὸ γλωσσόκομον· ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη.

καὶ τηλικοῦτος ἦν ἄνθρωπος εἰρήνης Χριστοῦ, ὡς ἐλπίδας ἀγαθάς ποτε τὸν Ἰησοῦν ἐπ’ αὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι· ἄκουε γὰρ τοῦ »Ἐφ’ ὃν »ἤλπισα«.

ἐγὼ δ’ οἶμαι ὅτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν· »Ὁ ἐσθίων ἄρτους μου«.

τὸ δὲ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτέρναν αὐτοῦ« μεταπέφρασται εἰς τὸ »Ἐπῆρεν ἐπ’ ἐμὲ * πτέρναν αὐτοῦ«, ὡς ταὐτὸν εἶναι τὸ »Ἐμεγάλυνεν« τῷ »Ἐπῆρεν«.

καὶ εἰ χρὴ τὴν »Ἐπῆρεν ἐπ’ »ἐμὲ τὴν πτέρναν αὐτοῦ« καὶ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμὸν »αὐτοῦ« σαφηνίσαι λέξιν, φήσομεν ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί· τοιοῦτος δὲ καὶ Ἰούδας ἦν, τὸν υἱὸν τοῦ θεοῦ καταπατῶν.

καὶ τρώγων ἦν μετὰ τοῦ Ἰησοῦ τὸν ἄρτον αὐτοῦ, ὅτε βάψας ὁ

Ἰησοῦς τὸ ψωμίον λαμβάνει, καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.

ἐπῆρεν 〈δὲ〉 Ἰούδας ἐπὶ τὸν διδάσκαλον τὴν πτέρναν αὐτοῦ, ὅτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν.