Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Πλὴν καὶ ἅγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρα ἐξετάζεται μετὰ τῶν ἄλλων καλῶν καὶ ἐν τῷ »Εἰ ἁγίων πόδας »ἔνιψεν«· γελοῖον γὰρ οἶμαι τυγχάνειν τὸ στῆναι ἐπὶ τοῦ ῥητοῦ καί, φέρε εἰπεῖν, τὴν ἔχουσαν πάντα τὰ χαρακτηρίζοντα τὴν ἁγίαν χήραν καὶ τούτῳ μόνῳ λείπουσαν, μὴ κατατετάχθαι εἰς ἐκκλησιαστικὴν τιμήν, πολλάκις διὰ παιδισκῶν καὶ οἰκετῶν φιλοφρονησαμένην, ἐν ᾧ καιρῷ ηὐπόρει καὶ εἶχεν τὰ ἐπιτήδεια, τοὺς ξένους ἢ τοὺς ἁπαξαπλῶς δεομένους τοῦ φιλάνθρωπόν τι ἔργον ἀπ’ αὐτῆς παθεῖν.

καὶ μὴ θαυμάσῃς εἰ ἀνάγειν σε δεῖ τὸ »Εἰ ἁγίων πόδας ἔνιψεν«, | ὅπου κελεύονται ἀνάλογον τοῖς πρεσβυτέροις πρεσβύτιδες εἶναι καὶ καλοδιδάσκαλοι.

ὅρα δὲ εἰ μὴ καὶ ἐργῶδές ἐστιν τὸ πάνθ’ ὁντινοῦν μαθητευόμενον τῷ χριστῷ, θέλοντα πληροῦν τὴν λέγουσαν ἐντολήν· »Καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας«, ὡς ὀφειλόμενον ἔργον ἐθέλειν ποιεῖν τὸ νίψαι τοὺς σωματικοὺς καὶ αἰσθητοὺς πόδας τῶν ἀδελφῶν, ὥστε τοὺς ἐν ὁποιᾳποτοῦν ὑποθέσει βίου τυγχάνοντας πιστοὺς τοῦτο ποιεῖν, εἴτε ἐν ἐκκλησιαστικῇ δοκοῦντας εἶναι ὑπεροχῇ ἐπισκόπους καὶ πρεσβυτέρους, εἴτε καὶ ἐν ἄλλοις κοσμικοῖς τισιν ἀξιώμασιν· ὥστε κατὰ τοῦτο καὶ τὸν δεσπότην ἥκειν ἐπὶ τὸ νίπτειν τοὺς πόδας τοῦ πιστεύοντος δούλου, καὶ τοὺς γονεῖς τοῦ υἱοῦ· ὅπερ ἔθος ἢ οὐ γίνεται ἢ εἰς ὑπερβολὴν σπανιώτατα, καὶ παρὰ

τοῖς πάνυ ἁπλουστέροις καὶ ἀγροικοτέροις γίνεται.

μνημονευτέον δὲ εἰς ταῦτα καὶ τῶν εἰρημένων εἰς τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις »μέρος μετ’ ἐμοῦ«, ἀλλὰ καὶ τοῦ » Γινώσκετε, τί πεποίηκα ὑμῖν;«

καὶ γὰρ πρέπει ὑπόδειγμα ἡμῖν τὸν Ἰησοῦν δεδωκέναι τοῦ νίπτειν πόδας ἀνάλογον τοῖς τροπικῶς ὑπὸ τῆς νύμφης ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων εἰρημένοις ἐν τῷ »Ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ »αὐτούς;«

πρόσχες δὲ τῷ »Ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς »ποιῆτε« συνεξετάζων αὐτὸ τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος »μετ’ ἐμοῦ«.

ἐὰν δέ τις πρὸς ταῦτα λέγῃ, ὅτι κἂν ἀλληγορῆται, οὐδὲν ἧττον γέγονε καὶ κατὰ τὸ ῥητόν, ἀκουστέον μετὰ τοῦ τροπικοῦ καὶ τῆς φασκούσης λέξεως· »Εἰ οὖν * ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ »κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς »πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν »καὶ ὑμεῖς ποιῆτε«· λεκτέον πρὸς τὸν τοιοῦτον· ἄρ’ ἐπεὶ κατὰ τὸ ῥητὸν γέγονεν τὸ εἰρημένον πρὸς τὸν εἰπόντα Πέτρον· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ »ἔχεις μέρος μετ’ ἐμοῦ«· καὶ ἡμεῖς κατὰ τὸ ῥητὸν τοῖς κατ’ εὐλάβειαν μὴ ἐμπαρέχουσιν ἑαυτῶν τοὺς πόδας ἡμῖν ἵνα αὐτοὺς νίψωμεν φήσομεν καὶ τολμήσομεν εἰπεῖν τοῖς τοιούτοις τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ«.

εἰ δὲ ἐνταῦθα οὐ δυσωπεῖ τὸ ὃ εἶπον, ἐπίσκεψαι τί σε χρὴ λέγειν πρὸς τὴν περὶ τοῦ εἰ χρὴ καὶ τὴν λέξιν πάντως τηρεῖν ἐπαπόρησιν.

ὅτι μὲν οὖν ποτε καθήξει τῷδε μὲν νίψαι τοὺς πόδας τοῦ δεῖνα μαθητοῦ Ἰησοῦ, τῷδε 〈δὲ〉 ἐμπαρασχεῖν αὐτοὺς νιφθησομένους ὑπ’ αὐτοῦ, ὡς ἀπὸ ἀγάπης καὶ φιλοφροσύνης τὸν μὲν ποιῆσαι, τὸν δὲ παρασχεῖν, καὶ αὐτὸς ἂν ὁμολογήσαιμι.

εἰ δὲ φήσομεν ἕκαστον τῶν μὴ συνειδότων ἑαυτῷ τοῦτο πεποιηκέναι καὶ ἁγίων οὕτω τοὺς πόδας νενιφέναι ὀφειλομένην τινὰ ἐντολὴν μὴ ἀποδεδωκέναι τὴν »Ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας« ὥρα που λέγειν, ἐγγύς που πάντας ὀφειλέτας εἶναι τῆς ἐντολῆς ταύτης.