Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Εἰ δὲ τὸ »Τῷ ἀδελφῷ σου δουλεύσεις« φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ » Γίνου κύριος τοῦ ἀδελφοῦ σου« ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείτ|τονας, δῆλον ὅτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ’ αὐτῷ διδασκαλίᾳ, ἐπεὶ τὸ » Ὑμεῖς φωνεῖτέ με ›Ὁ διδάσκαλος‹ καὶ ›Ὁ κύριος‹, »καὶ καλῶς λέγετε· εἰμὶ γάρ« οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον· οὐ πᾶσι γὰρ τοῖς λέγουσι· »Κύριε, Κύριε« λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ »Ὑμεῖς φωνεῖτέ με »›Ὁ κύριος‹ καὶ καλῶς λέγετε«.

οὐ καλῶς οὖν λέγουσι· » Κύριε« οἱ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ φήσοντες· » Κύριε, Κύριε, οὐκ ἐν τῷ ὀνόματί »σου ἐφάγομεν, καὶ ἐν τῷ ὀνόματί σου ἐπίομεν, καὶ ἐν τῷ ὀνόματί »σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πεποιήκαμεν;«

φήσει γοῦν αὐτοῖς ὁ Ἰησοῦς· »Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ· οὐδέποτε ἔγνων ὑμᾶς, ὅτι »ἐργάται ἐστὲ ἀδικίας«· οὐκ ἂν δὲ λέγουσιν αὐτοῖς καλῶς τὸ » Κύριε, »Κύριε« εἶπεν τὸ »Ἀποχωρεῖτε ἀπ’ ἐμοῦ«.

ἀλλὰ καὶ 〈τὸ〉 »Οὐ πᾶς ὁ »λέγων μοι· Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν »οὐρανῶν« παρίστησιν ὅτι οὐ πᾶς ὁ λέγων· » Κύριε, κύριε«, μαρτυρηθείη

ἂν ὑπ’ αὐτοῦ ὡς νῦν οἱ ἀπόστολοι, πρὸς οὓς εἶπεν· »Καλῶς λέγετε· »εἰμὶ γάρ«.

καὶ γὰρ ἀληθῶς κακία μὲν αὐτῶν οὐκέτι κυρία ἦν, ὁ λόγος δέ, καὶ ἁπαξαπλῶς ὁ κύριος, ἡ πᾶσα ἔμψυχος καὶ ζῶσα ἀρετή.

ἀλλὰ καὶ εἴπερ »Οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν »πνεύματι ἁγίῳ«, καὶ νοοῦμεν ἐν τούτῳ τί ἔστιν τὸ εἰπεῖν· » Κύριος »Ἰησοῦς«· ὁ ἐν πνεύματι ἁγίῳ λέγων· » Κύριος Ἰησοῦς« καλῶς λέγει.

εἰ δὲ καὶ ὁ καλῶς λέγων πάντως ἐν πνεύματι ἁγίῳ λέγει, ζητήσεις διὰ τὸ νῦν » Καὶ καλῶς λέγετε« συνεξεταζόμενον τῷ » Οὔπω γὰρ »ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.

γνησίως οὖν δουλεύοντος τῷ λόγῳ ἔργον ἐστὶν τὸ καλῶς εἰπεῖν· »Κύριος Ἰησοῦς« καὶ τοῦ ἀνάλογον τούτῳ μαθητοῦ τὸ καλῶς εἰπεῖν τῷ σωτῆρι τὸ »ὁ »διδάσκαλος«· πρὸς ὃν λέγοιτ’ ἂν τὸ » Εἰμὶ γάρ«, οὐκ ἂν λεχθησόμενον ὑπὸ τοῦ λόγου τῷ δουλεύοντι τῇ ἁμαρτίᾳ καὶ τῷ μαθητευομένῳ τοῖς ψεύδεσιν.