Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(7) Μετὰ τοῦτο διὰ τὸ »Ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος »τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις« λεκτέον ὅτι διαφορά ἐστι καὶ τῶν δεδεμένων τοὺς πόδας καὶ τὰς χεῖρας, ⟨καὶ οὐ⟩ ταὐτόν ἐστιν τὴν ἀρχὴν τοῦ δεδέσθαι ἐκ τοῦ νενεκρῶσθαι εἰληφέναι, ὥστε καὶ τοὺς δεσμοὺς ἐπιφέρεσθαι τὸ ὄνομα τῆς νεκρότητος (νῦν γὰρ αἱ κειρίαι νεκρῶν εἰσιν δεσμοί), τῷ 〈τὸ〉 δεδέσθαι κρίσει κυρίου γενέσθαι,

τοῦ εἰσελθόντος θεάσασθαι τοὺς ἀνακειμένους καὶ ἰδόντος τὸν μὴ ἐνδεδυμένον ἔνδυμα γάμου, καὶ περὶ αὐτοῦ εἰπόντος· »Δήσαντες »αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ | »ἐξώτερον«.

ἔστιν δέ τι ἐν τῷ τόπῳ δεόμενον διακρίσεως, ἐν τῷ » Καὶ »ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο« καὶ ἐν τῷ κάλυμμα ἐπικεῖσθαι τῷ προσώπῳ Μωσέως, ἡνίκα ἐλάλει τῷ λαῷ· τὸ μὲν γὰρ ἐπικείμενον τῇ ὄψει τοῦ Λαζάρου σουδάριον ἐκάλυπτεν αὐτοῦ νενεκρωμένας τὰς ὁράσεις· τὸ δὲ Μωσέως κάλυμμα κατ’ οἰκονομίαν ἦν τῷ προσώπῳ αὐτοῦ περικείμενον διὰ τοὺς μὴ χωροῦντας ἀπὸ τοῦ λαοῦ ἐνορᾶν τῇ δόξῃ αὐτοῦ.

ζητήσεις δὲ περὶ τοῦ 〈μὴ〉 ἐνδεδυμένου ἔνδυμα γάμου, περὶ οὗ εἴρηται· »Δήσαντες αὐτὸν ποδῶν καὶ χειρῶν, »ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον« πότερον εἰσαεὶ μένει δεδεμένος καὶ ἐν τῷ ἐξωτέρω σκότῳ (οὐ γὰρ πρόσκειται τὸ »Εἰς τὸν αἰῶνα« ἢ » Εἰς τοὺς αἰῶνας«), ἢ λυθήσεταί ποτε.