Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

(5) Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· » Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ »πάρειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἢ ›Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι‹; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«.

τί δὲ εἶπεν; εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοῦ πάρειμι«, ἂν εἴη πλεῖον [ᾖ] 〈τὸ〉 πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«. τί οὖν εἶπεν;

προέθετο μὲν εἰπεῖν εὐχήν· προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ· »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι« ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ’ οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

ἔμελλεν οὖν εὔχεσθαι περὶ τῆς Λαζάρου ἀναστάσεως, καὶ προλαβὼν αὐτοῦ τὴν εὐχὴν ὁ μόνος ἀγαθὸς θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ’ οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν ὁ σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ’ οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον· ἐβούλετο γὰρ αὐτοὺς παραδέξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος τῷ βίῳ ἐπιδεδήμηκεν.

ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη ἡ τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.

οὐ γὰρ νομιστέον ὅτι ἡ ψυχὴ τοῦ Λαζάρου παρῆν τῷ σώματι μετὰ τὴν ἔξοδον, καὶ ὡς παροῦσα ταχέως ἤκουσεν κράξαντος Ἰησοῦ καὶ εἰπόντος· »Λάζαρε,

»δεῦρο ἔξω«. ἢ εἴπερ τις τοῦτο περὶ τῆς Λαζάρου ψυχῆς ὑπολαμβάνει | καὶ προσίεται τὸ περὶ τῆς ἀπαλλαγείσης ψυχῆς σώματος ἄτοπον, ὡς παρακαθεζομένης τῷ νεκρῷ, λεγέτω πῶς ἠκούσθη ὁ Ἰησοῦς ἀπὸ τοῦ πατρός, μένοντος ἔτι νεκροῦ τοῦ Λαζάρου σώματος, καὶ τῆς ψυχῆς κεχωρισμένης μέν, ὡς οἰηθείη ἄν τις τῶν τοῦτο λεγόντων, παρακαθεζομένης δὲ τῷ σώματι.

ἵνα γὰρ τοῦτο συγχωρηθῇ, οὐκ ἂν ἠκοῦσθαι εἴποιμεν τὸν Ἰησοῦν μέλλοντα ἀκούεσθαι ὅτε ἡ ψυχὴ ἐνοικίζετο τῷ σώματι· τὸ παραπλήσιον δ’ οἶμαι γεγονέναι καὶ ὅτε τὴν τοῦ ἀρχισυναγώγου ἀνέστησεν θυγατέρα, περὶ τούτου εὐξάμενος· ᾔτησεν γὰρ ἐπανελθεῖν τὴν ψυχὴν καὶ ἐνοικισθῆναι πάλιν τῷ σώματι.

εἰ δὲ καὶ περὶ τοῦ ἐκκομιζομένου υἱοῦ τῆς χήρας τὸ ὅμοιόν ἐστιν ἢ μή, καὶ αὐτὸς ζητήσεις, ἵν’ εὕρῃς τὸ ἀκόλουθον τοῖς κατὰ τοὺς τόπους ὅλους· ἡμῖν γὰρ οὐ καθήκει τηλικαύτας ποιεῖσθαι παρεκβάσεις.

τάχα δὲ καὶ εἶδεν ὁ τηλικοῦτος Ἰησοῦς καὶ τὴν ψυχὴν αὐτὴν τοῦ Λαζάρου, ἤτοι ἀγομένην ὑπὸ τῶν τεταγμένων ἐπὶ τούτοις ἢ ὑπ’ αὐτοῦ τοῦ πατρικοῦ βουλήματος ἐπακούσαντος τῷ Ἰησοῦ, καὶ ἰδὼν αὐτὴν εἰσιοῦσαν διὰ τοῦ τόπου, ὅθεν ἤρθη ὁ λίθος, εἶπεν· »Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

ἀλλ’ ἐπεὶ πρὸ τούτου καὶ περὶ ἄλλων μυρίων ᾔτησεν καὶ ἔτυχεν, διὰ τοῦτο οὐ μόνον ἐπὶ τῷ Λαζάρῳ ἀλλὰ καὶ ἐπὶ τοῖς προτέροις εὐχαριστεῖ, φάσκων ἐπὶ μὲν τῷ Λαζάρῳ· »Πάτερ, εὐχαριστῶ σοι ὅτι »ἤκουσάς μου«· ἐπὶ δὲ τοῖς προτέροις· »Ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ »μου ἀκούεις«, καὶ τοῦτο πᾶν, φησίν, εἶπον »διὰ τὸν περιεστῶτα »ὄχλον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας«. ταῦτα μὲν ὡς πρὸς τὸ ῥητὸν καὶ τὴν ἀνάστασιν τοῦ Λαζάρου ἀποδεδώκαμεν.

Ἡ δὲ κατὰ τὸν τόπον ἀναγωγὴ ἐκ τῶν προαποδεδομένων οὐ δυσχερής· ᾔτησεν γὰρ τὸν μετὰ τὴν πρὸς αὐτὸν φιλίαν ἡμαρτηκότα καὶ νεκρὸν γενόμενον τῷ θεῷ δυνάμει θείᾳ παλινδρομῆσαι ἐπὶ τὴν ζωήν, καὶ ἔτυχεν, καὶ εἶδεν ἐν τῷ τοιούτῳ ζωτικὰ κινήματα, ἐφ’ οἷς εὐχαριστεῖ τῷ πατρί.

περιέστηκεν δὲ ὄχλος τὸν τοιοῦτον νεκρὸν μηδέπω πιστευόντων ὅτι Ἰησοῦν ἀπέστειλεν ὁ θεὸς καὶ ὅτι ὁ λόγος οὗτος θεόθεν ἀνθρώποις ἐπιδεδήμηκεν. καὶ περιεστώς γε οὗτος 〈ὁ〉 ὄχλος ἐθαύμασεν ὅτι δυσώδης ἀπὸ τῶν πρὸς θάνατον ἁμαρτημάτων τις γεγενημένος καὶ ἀποθανὼν τῇ ἀρετῇ ἐπαλινδρόμησεν ἐπ’ αὐτήν· καὶ θαυμάσας πιστεύσαι ἄν ποτε τῷ ζωοποιήσαντι αὐτὸν λόγῳ, ὡς θεόθεν ἀνθρώποις ἐπιδημήσαντι.