Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διδασκόμεθα γὰρ ἀπὸ μὲν τοῦ προτέρου ὅτι μὴ κάτω εἰσὶν οἱ τοῦ Ἰησοῦ μαθηταί· διόπερ ἐπαίρονται οἱ ὀφθαλμοὶ τοῦ διδασκάλου εἰς αὐτούς, οἷς ἄξιον ἦν ἐπᾶραι αὐτὸν τοὺς ἑαυτοῦ ὀφθαλμούς· διὰ δὲ τοῦ νῦν ἐξεταζομένου ὅτι μετέθηκεν ἑαυτοῦ τὸ διανοητικὸν ἀπὸ τῆς | πρὸς τοὺς κάτω ὁμιλίας καὶ ἀνήγαγεν καὶ ὕψωσεν προσάγων αὐτὸ τῇ πρὸς τὸν ὑπεράνω πάντων πατέρα εὐχῇ.

ἀλλὰ καὶ εἴπερ μιμητὴς Χριστοῦ ἐστι Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ, ἀνάγκη τὸν

κατὰ ζῆλον καὶ μίμησιν τῆς Χριστοῦ εὐχῆς εὐξόμενον, ἄραντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἄνω καὶ ἀναβιβάσαντα αὐτοὺς ἀπὸ τῶν τῇδε πραγμάτων καὶ μνήμης καὶ ἐννοιῶν καὶ λογισμῶν, οὕτως εἰπεῖν τῷ θεῷ τοὺς λόγους τῆς εὐχῆς τοὺς περὶ μεγάλων καὶ ἐπουρανίων μεγάλους καὶ ἐπουρανίους.

εἰ δέ τις πρὸς ταῦτα ἀνθυποίσει τὸν μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θελήσαντα τελώνην καὶ τύψαντα ἑαυτοῦ τὸ στῆθος καὶ εἰπόντα· »Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ«, λεκτέον πρὸς αὐτὸν ὅτι ὥσπερ οὐ πᾶσιν οὐδὲ ἀεὶ παραληπτέον τὴν κατὰ θεὸν λύπην μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργαζομένην, ἀλλ’ ἢ μόνῳ καὶ παντὶ τῷ ἄξια τοιαύτης λύπης ποιήσαντι καὶ μεταγινώσκοντι ἐπ’ αὐτοῖς, καὶ παραληπτέον γε αὐτὴν σὺν μέτρῳ καὶ μὴ περισσήν, ἵνα μὴ τῇ πε ρισσοτέρᾳ λύπῃ καταποθῇ ὑπὸ τοῦ Σατανᾶ, οὕτως μήποτε οὐ παντὶ καθήκει μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὡς οὐδὲ ἑστάναι μακρόθεν.

ἕκαστος δὲ ἑαυτὸν περὶ τῶν τοιούτων κρινέτω, καὶ »δοκιμαζέτω ἄνθρωπος ἑαυτόν, καὶ οὕτως« οὐ μόνον »ἐκ τοῦ ἄρτου »ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω«, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπαράτω καὶ αἰρέτω αὐτοὺς ἄνω κατὰ τὴν εὐχὴν, ὑποτάσσων ἑαυτὸν θεῷ καὶ ταπεινῶν ἑαυτὸν ἐκείνῳ λεγέτω.

καὶ εἰ νομίζομεν τῷ ὀπωσποτοῦν βιοῦντι καθήκειν ὁμοίως τῷ τελώνῃ μηδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι θέλειν, ὥρα λέγειν ὁμοίως τῷ μὴ ἐπᾶραι θέλειν τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ μακρόθεν τοῦ ἱεροῦ ἑστάναι δεῖν.

ἱερὸν δὲ ποῖον ἂν εἴη ἢ 〈ἡ〉 ἐκκλησία τοῦ ζῶντος θεοῦ; ἥτις καὶ οἶκος θεοῦ παρὰ τῷ Παύλῳ ὀνομάζεται λέγοντι· »Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς »δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία θεοῦ ζῶντος, »στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας«.

ὥσπερ 〈οὖν〉 οὐ παντὶ καθήκει μὴ χρῆσθαι τῷ ἄρτῳ καὶ μὴ πίνειν ἐκ τοῦ ποτηρίου καὶ [μὴ] πόρρω εἶναι τοῦ οἴκου τοῦ θεοῦ καὶ τῆς ἐκκλησίας· οὕτως οὐ παντὶ καθήκει τὸ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς.

ἁμαρτάνει δὲ εἴ τις καθήκοντος αὐτῷ ἐπαίρειν τοὺς ὀφθαλμοὺς μὴ ἐπαίρει, καὶ εἴ τις καθήκοντος μὴ ἐπαίρειν ἐπαίρει.

ὁ μὲν οὖν κατὰ τὸ εὐαγγέλιον τελώνης οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι, καθηκόντως ποιῶν· ἐπάραι δ’ ἂν αὐτοὺς εὐλόγως ὁ παρὼν τῷ Ἰησοῦ μαθητής, πρὸς ὃν καὶ ἐντολὴ δίδοται ἡ λέγουσα· »Ἐπάρατε | τοὺς ὀφθαλμοὺς »ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν »ἤδη«.

καὶ ὁ προφήτης δέ φησιν· »Ἐπάρατε εἰς ὕψος τοὺς

»ὀφθαλμοὺς ὑμῶν«· ἀλλὰ καὶ ἐν ἑκατοστῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ, ὄντι ᾠδῇ τῶν ἀναβαθμῶν τετάρτῃ, ὡς καθηκόντως ἐπάρας τοὺς ὀφθαλμοὺς πρὸς θεόν φησιν ὁ προφήτης· »Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς »μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων »εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας »τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν »ἡμῶν ἕως οὗ οἰκτειρήσῃ ἡμᾶς«.

Εἰ δὲ καὶ σαφέστερον χρὴ παραστῆσαι τίνι μὲν ἤδη καθήκει μιμεῖσθαι τὸν Ἰησοῦν, ἄραντι τοὺς ὀφθαλμοὺς ἄνω, ἐν τῷ καὶ αὐτὸν ἐπαίρειν ἑαυτοῦ τοὺς ὀφθαλμούς, καὶ τίνι τοῦτο μὲν οὐ καθήκει, ὁμοίως δὲ τῷ τελώνῃ οὐ μόνον μακρόθεν ἑστάναι τοῦ ἱεροῦ ἁλλὰ καὶ μὴ θέλειν ἐπᾶραι τοὺς ὀφθαλμούς, παραθησόμεθα ἐκ τοῦ Δανιὴλ τὰ περὶ τῶν ἐρασθέντων τῆς Σουσάννας ἀνόμων πρεσβυτέρων οὕτως ἔχοντα· » Καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ »ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ »μνημονεύειν κριμάτων δικαίων«, καὶ τὰ περὶ τῆς Σουσάννας τοῦτον εἰρημένα τὸν τρόπον· »Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν, »ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ κυρίῳ«. παρατήρει γὰρ ἐν τούτοις ὅτι οἱ μὲν διαστρέψαντες τὸν ἑαυτῶν νοῦν ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανόν, ἡ δὲ πεποιθυῖα ἐπὶ τῷ κυρίῳ ἀκολούθως τῷ πεποιθέναι ἐπὶ τῷ κυρίῳ ἀνέβλεψεν εἰς τὸν οὐρανόν.

ἔπρεπεν τοίνυν τῇ μὲν ἐπὶ τῇ περὶ τῆς σωφροσύνης παρρησίᾳ μελλούσῃ εὔχεσθαι ἀναβλέπειν εἰς τὸν οὐρανὸν καὶ αἴρειν τοὺς ὀφθαλμοὺς ἄνω· τοῖς δὲ πρεσβυτέροις (εἰ καθ’ ὑπόθεσιν μετὰ τὸ διαστρέψαι τὸν ἑαυτῶν νοῦν καὶ ἐκκλῖναι τοὺς ὀφθαλμοὺς ἑαυτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων, μετενόουν, πεῖραν μὲν προσαγαγόντες τῇ γυναικὶ μὴ τυχόντες δὲ τοῦ ἐπιθυμουμένου, καὶ μετὰ τοῦτο εὔχοντο), καὶ μὴ θέλειν τοὺς ὀφθαλμοὺς ἐπᾶραι ἢ καὶ πόρρωθεν ὁμοίως τῷ τελώνῃ ἑστηκέναι καὶ τύπτειν ἑαυτῶν τὰ στήθη καὶ λέγειν· »Ὁ θεός, ἱλάσθητί μοι τῷ »ἀμαρτωλῷ«.

τοῦ δὲ αἴροντος τοὺς ὀφθαλμοὺς ἄνω καὶ ἐπαίροντος αὐτοὺς καθηκόντως εἰς οὐρανὸν 〈ἂν〉 εἴη † καθῆκον καὶ τὸ ἐπαίρειν ὁσίους χεῖρας, μάλιστα ὅτε χωρὶς ὀργῆς καὶ διαλογισμοῦ ἀναπέμπει τὴν εὐχήν.

οὕτω γὰρ καὶ τῶν ὀφθαλμῶν αἰρομένων ἄνω διὰ τῆς ἐννοίας καὶ | τῆς θεωρίας, καὶ τῶν χειρῶν ἐπαιρομένων ἐν πράξεσιν ἐπαιρούσαις καὶ ὑψούσαις τὴν ψυχήν, ὡς ἐπῆρεν Μωσῆς τὰς χεῖρας,

ὥστ’ ἂν εἰπεῖν· »Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«· Ἀμαληκῖται μὲν καὶ πάντες οἱ ἀόρατοι ἐχθροὶ ἡττηθήσονται, οἱ ἐν ἡμῖν δὲ Ἰσραηλῖται λογισμοὶ νικήσουσιν.

τοσαῦτα καὶ εἰς τὸ »Ὁ Ἰησοῦς »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν« κατὰ τοῦτο φανέντα ἡμῖν ἀκόλουθα.

(5) Εἴπερ τοῖς ἀξίοις τῶν ἐν σαρκὶ ζώντων καὶ μὴ κατὰ σάρκα στρατευομένων εὐχομένοις τοιαύτη τις λέγεται ὑπὸ θεοῦ περὶ τῆς εὐχῆς αὐτῶν ἐπαγγελία· » Καὶ ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ »πάρειμι«· τί χρὴ νομίζειν ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἢ ›Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι‹; ἅμα γὰρ »ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ »εἶπεν«.

τί δὲ εἶπεν; εἰ οἷόν τέ ἐστιν ὡς ἐν τοιούτοις στοχάσασθαι ἀκολούθως τῷ »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοῦ πάρειμι«, ἂν εἴη πλεῖον [ᾖ] 〈τὸ〉 πρὸς τὸν σωτῆρα λεγόμενον παρὰ τὸ ἐν τῇ πρὸς τοὺς δικαίους ἐπαγγελίᾳ γεγραμμένον· »Ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι«. τί οὖν εἶπεν;

προέθετο μὲν εἰπεῖν εὐχήν· προλαβόντος δὲ τὴν εὐχὴν αὐτοῦ τοῦ εἰπόντος ἂν αὐτῷ· »Πρὶν λαλῆσαί σε ἐρῶ· Ἰδοὺ πάρειμι« ἀντὶ τῆς κατὰ πρόθεσιν ἂν λεχθείσης εὐχῆς λέγει τὴν ἐπὶ τῷ προλαβόντι τὴν εὐχὴν εὐχαριστίαν· καὶ ὡς ἐπακουσθεὶς ἐφ’ οἷς ἐνενόησεν μέν, οὐ προήνεγκεν δὲ ἐν τῷ εὔχεσθαι, φησί· »Πάτερ, »εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου«.

ἔμελλεν οὖν εὔχεσθαι περὶ τῆς Λαζάρου ἀναστάσεως, καὶ προλαβὼν αὐτοῦ τὴν εὐχὴν ὁ μόνος ἀγαθὸς θεὸς καὶ πατὴρ ἤκουσεν τῶν μελλόντων λέγεσθαι ἐν τῇ εὐχῇ, ἐφ’ οἷς ἐν ἐπηκόῳ τοῦ περιεστηκότος αὐτὸν ὄχλου ἀναπέμπει ἀντὶ εὐχῆς εὐχαριστίαν ὁ σωτήρ, δύο ἅμα ποιῶν, καὶ εὐχαριστῶν ἐφ’ οἷς ἔτυχεν περὶ τοῦ Λαζάρου, καὶ πιστοποιῶν τὸν περιεστηκότα αὐτὸν ὄχλον· ἐβούλετο γὰρ αὐτοὺς παραδέξασθαι ὡς ἄρα ἀπὸ θεοῦ ἀπεσταλμένος τῷ βίῳ ἐπιδεδήμηκεν.

ἔγνω δὲ ἐπακουσθείς, ἐπείπερ πνεύματι εἶδεν ὅτι ἀπεκατέστη ἡ τοῦ Λαζάρου ψυχὴ ἐπὶ τὸ σῶμα αὐτοῦ, ἀναπεμφθεῖσα ἀπὸ τοῦ χωρίου τῶν ψυχῶν.