Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν· »Νῦν δὲ ζητεῖτέ με »ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ »τοῦ θεοὺ«.
καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἑστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμίν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«
ἀλλ’ οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’ εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.
εἴποις δ’ ἂν ὅτι καὶ νῦν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες τοῦτον μὲν κακολογεῖν, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.
πρόσχες δὲ εἰ δύνασαι καὶ ἄλλους Ἰουδαίους λέγειν ἀναβαίνοντας εἰς Ἱεροσόλυμα καὶ ἐρχομένους εἰς τὴν πόλιν τοῦ θεοῦ ἀπὸ τῆς ἔξω Ἱεροσολύμων χώρας, καὶ ἐρχομένους ἵνα ἁγνίσαντες ἑαυτοὺς δυνηθῶσιν, ἡνίκα ἂν τὸ πάσχα τυθῇ Χριστός, ἑορτάζειν μὴ »ζύμῃ παλαιᾷ«, μὴ »ζύμῃ κακίας καὶ πονηρίας, »ἁλλ’ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«.
καὶ οἱ τοιοῦτοί γε ζητήσουσιν τὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἑστηκότες τῶν γραφῶν καὶ ἐπαπορήσουσιν πρὸς ἀλλήλους, εἰ ἐλεύσεται εἰς τὴν ἑορτὴν Ἰησοῦς.
(21) Ὅρα πῶς μεμαρτύρηται ἀνακεχωρηκέναι, ἵνα καὶ ἡμεῖς γινώσκωμεν ἐν καιρῷ τὸ τοιοῦτο ποιεῖν. καὶ πρόσχες γε ὅτι
οὐκ ᾔδεισαν ὅπου ἐστὶν οὔτε οἱ ἀρχιερεῖς οὔτε οἱ Φαρισαῖοι, καὶ μὴ εἰδότες διδόασιν ἐντολάς, ἵνα ἐάν τις γνῷ ποῦ ἐστὶν μηνύσῃ αὐτοῖς καὶ συλλάβωσιν αὐτόν.καὶ ἄλλως δὲ φήσεις ὅτι οἱ ἐπιβουλεύοντες τῷ Ἰησοῦ οὐκ οἴδασιν ποῦ ἐστιν.
διὸ διδόασιν ἑτέρας παρὰ τὰς τοῦ θεοῦ ἐντολάς, »διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων«.