Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὁ δὲ ἀληθὴς ἁγνισμὸς οὐ πρὸ τοῦ πάσχα ἦν ἀλλ’ ἐν τῷ πάσχα, ὅτε Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁγνιζομένων ὡς ἀμνὸς θεοῦ, καὶ ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου.
καὶ ἐζήτουν γε οὗτοι οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν, οὐχ ἵνα ὠφεληθῶσιν, ἀλλ’ ἵνα αὐτὸν ἀποκτείνωσιν πρὸς οὓς εἶπεν ἄν· »Νῦν δὲ ζητεῖτέ με »ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ »τοῦ θεοὺ«.
καὶ ἐν αὐτῷ γε τῷ ἱερῷ ἑστηκότες ἔλεγον πρὸς ἀλλήλους περὶ τοῦ Ἰησοῦ· »Τί δοκεῖ ὑμίν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν »ἑορτήν;«
ἀλλ’ οὐχ ὅπου οὗτοι ἑστήκεισαν ἑόρταζεν Ἰησοῦς, ἀλλ’ εἰς τὸ μέγα ἀνάγαιον, τὸ σεσαρωμένον καὶ κεκοσμημένον, ὅπου ἐπιθυμίᾳ ἐπεθύμησεν τὸ πάσχα μετὰ τῶν μαθητῶν φαγεῖν πρὸ τοῦ παθεῖν.
εἴποις δ’ ἂν ὅτι καὶ νῦν ἑστήκασιν ἐν τῷ ἱερῷ ζητοῦντες τὸν Ἰησοῦν, ἐπερειδόμενοι μὲν ὡς ἱεραῖς ταῖς γραφαῖς, διὰ δὲ τὸ ἀγνοεῖν τὸν ἐληλυθότα ζητοῦντες τοῦτον μὲν κακολογεῖν, ἕτερον δὲ τούτου Χριστὸν ὁμολογεῖν.