Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ ›τοῦ κυρίου‹ ἀλλὰ ›τῶν Ἰουδαίων‹ ἦν· ὁ γὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.
καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ’ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.
πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.
προλαβὼν δ’ ἂν εἴποιμι ὅτι οὐκ ἐνόουν οἱ πολλοὶ πῶς ἂν ἁγνίσαιεν ἑαυτούς· διόπερ δοκοῦντες ἑαυτῶν πάσχα λατρείαν προσφέρειν τῷ θεῷ, τοσοῦτον ἐδέησαν τοῦ ἁγνίσαι ἑαυτοὺς ὥστε ἐναγέστεροι γενέσθαι οὗ ἦσαν ἐναγεῖς πρὶν ἁγνίσωσιν ἑαυτούς. εἶπον γὰρ τῷ Πιλάτῳ οἱ παραδιδόντες αὐτῷ τὸν Ἰησοῦν Ἰουδαῖοι· »Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα«· δι’ οὓς ἔλεγεν τῷ σωτῆρι· »Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ σὸν ἔθνος καὶ οἱ ἀρχιερεῖς παρέδωκάν »σε ἐμοῖ«.
καὶ οἱ λέγοντές γε ἀναβεβηκέναι ἵνα ἁγνίσωσιν ἑαυτοὺς ἐκραύγασαν λέγοντες τῷ Πιλάτῳ· »Μὴ τοῦτον ἀπολύσῃς ἀλλὰ τὸν »Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής«.
καὶ πάλιν· »Ἀπεκρίθησαν »οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει »ἀποθανεῖν, ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν«· καὶ πάλιν· »Οἱ Ἰουδαῖοι »ἐκραύγαζον λέγοντες πρὸς τὸν Πιλᾶτον· Ἐὰν τοῦτον ἀπολύσῃς, »οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει »τῷ Καίσαρι«. καὶ πάλιν· »Ἐκραύγασαν οἱ Ἰουδαῖοι· Ἆρον, ἆρον,
»σταύρωσον αὐτόν«.