Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἔστιν μέχρι τοῦ δεῦρο μετὰ τῶν μαθητῶν αὐτοῦ Ἰησοῦς ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραῒμ λεγομένην πόλιν· πάρεστιν γὰρ τῇ ›καρποφορίᾳ‹.

καὶ ἐπὶ τῇ γενέσει γε τοῦ Ἐφραῒμ τούτου εἴποι ἂν ὁ γεννήσας αὐτὸν σιτομέτρης ἡμῶν κύριος, ὁ ταπεινώσας ἑαυτὸν καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· »Ηὔξησέν με ὁ θεὸς ἐν τῇ γῇ τῆς ταπεινώσεώς μου«.

(20) Οὐ τὸ αὐτὸ νομιστέον εἶναι πάσχα τοῦ κυρίου καὶ πάσχα τῶν Ἰουδαίων· τὸ μὲν γὰρ κατὰ τὸν νόμον πάσχα ἐστὶν τοῦ κυρίου, τὸ δὲ τῶν παρανόμων πάσχα τῶν Ἰουδαίων.

διὸ παρατηρητέον πότε λέγεται κυρίου τὸ πάσχα | καὶ ἄλλαι ἡμέραι, καὶ πότε οὐ τοῦ κυρίου ἀλλὰ τῶν ἐλεγχομένων ἐπὶ ἁμαρτίαις.

οἷον ἐν μὲν τῇ Ἐξόδῳ γέγραπται μεθ’ ἕτερα κατὰ τὴν πρώτην περὶ πάσχα ἐντολήν· »Καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου«, καὶ

κατὰ τὴν δευτέραν· »Ἐὰν λέγωσιν πρὸς ὑμᾶς οἱ υἱοὶ ὑμῶν· Τίς ἡ »λατρεία αὕτη ὑμῖν; καὶ ἐρεῖτε· Θυσία τὸ πάσχα τοῦ κυρίου, ὡς »ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ἰσραὴλ ἐν Αἰγύπτῳ«.

ἐν δὲ τῷ Ἡσαΐᾳ οὐχ ἑαυτοῦ ἀλλὰ τῶν ἁμαρτανόντων φησὶν εἶναι ὁ κύριος τὰς νουμηνίας καὶ τὰ σάββατα καὶ νηστείαν καὶ ἀργίαν καὶ ἑορτάς.

εἰ δὲ τὰς ἑορτάς, δῆλον ὅτι καὶ τὸ πάσχα· μία γὰρ αὕτη τῶν ἑορτῶν ἐστιν. γέγραπται δὲ οὕτως· »Τὰς νουμηνίας ὑμῶν καὶ »τὰ σάββατα ὑμῶν καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν [ἢ] »καὶ ἀργίαν, καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ »ψυχή μου«. καὶ ἔν τινι δὲ τῶν δώδεκα γέγραπται· »Μεμίσηκα, »ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν«.

καὶ κατὰ τὴν ἐκκειμένην τοίνυν λέξιν τὸ πάσχα οὐ ›τοῦ κυρίου‹ ἀλλὰ ›τῶν Ἰουδαίων‹ ἦν· ὁ γὰρ σωτὴρ ἡμῶν ἐν αὐτῷ ἐπεβουλεύετο.

καὶ διὰ τοῦτο αὐτῶν οἶμαι τὸ πάσχα εἰρῆσθαι αὐτοῖς προφητικῶς τῷ »Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς »ὑμῶν«· ἔργον γὰρ οὐχ ἑορτῆς θεοῦ, ἀλλ’ ἐναγὲς ἐν αὐτῷ πεποιήκασιν τὸν Ἰησοῦν ἀποκτείναντες.

πλὴν πρὸ τοῦ πάσχα τῶν Ἰουδαίων τούτου πολλοὶ ἀνέβησαν εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας, ἵνα ἁγνίσωσιν ἑαυτούς.