Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ἔστιν δὲ ἡ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραῒμ, εἰς ἣν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.
ἑρμηνεύεται δὲ Ἐφραῒμ ›καρποφορία‹, ἀδελφὸς ὢν Μανασσῆ, πρεσβυτέρου τοῦ ›ἀπὸ λήθης‹ λαοῦ.
μετὰ γὰρ τὸν ›ἀπὸ λήθης‹ λαὸν καταλειφθέντα γεγέννηται ἡ ἐξ ἐθνῶν ›καρποφορία‹, ὅτε ποταμοὺς μὲν τοὺς ἐν τῷ Ἰσραὴλ »ἔθετο« ὁ θεὸς »εἰς ἔρημον καὶ διεξόδους« τῶν ἐκεῖ »ὑδάτων εἰς »δίψαν« καὶ | »γῆν αὐτῶν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν »κατοικούντων ἐν αὐτῇ«· ἀπὸ δὲ τῶν ἐθνῶν »ἔρημον ἔθετο εἰς λίμνας »ὑδάτων«, καὶ »γῆν ἄνυδρον αὐτῶν γῆν εἰς διεξόδους ὑδάτων«.
καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας, τὴν ἐκκλησίαν· ἔνθα ἔσπειρεν ἀγροὺς κατὰ τὸν πεσόντα σπόρον ἐπὶ τὴν καλὴν καὶ ἀγαθὴν γῆν καὶ ποιοῦσαν ἑκατονταπλασίονα, καὶ ἐφύτευσεν ἀμπελῶνας· κλήματα γάρ εἰσιν οἱ κυρίου μαθηταί, οἵτινες καὶ »ἐποίησαν καρπὸν γεννήματος· καὶ εὐλόγησεν αὐτοὺς καὶ »ἐπληθύνθησαν σφόδρα«.
ἀλλ’ οὐδὲ τοὺς ἐν τούτοις ἀλογωτέρους μικροὺς εἶναι ἐλογίσατο ὁ ἀνθρώπους καὶ κτήνη σώζων κύριος· γέγραπται
γάρ· »Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν«.