Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ μετ’ ὀλίγα· »Ἡ σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ »ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν« ἑκόντα, »καὶ ἔδησαν »αὐτὸν« παρέχοντα ἑαυτὸν τοῖς δεσμοῖς· εἰ γὰρ μὴ ἐβούλετο παθεῖν, εἶπεν ἂν πάλιν· »Ἐγώ εἰμι«· καὶ ἀπῆλθον ἂν οἱ τοσοῦτοι εἰς τὰ ὀπίσω καὶ πάντες ἔπεσον ἂν χαμαί.
ὥσπερ δὲ διὰ τῶν τοιούτων διδάσκει ἡμᾶς ἐν διωγμοῖς καὶ ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς ἀναχωρεῖν, οὕτως ἐν ἄλλοις εὕροις ἂν καὶ ἀπὸ τῶν νομιζομένων εἶναι ἐν κόσμῳ καλῶν ἀναχωροῦντα, ἵνα καὶ διὰ τούτων διδάξῃ φεύγειν τὰ ἐν κόσμῳ ἀξιώματα καὶ τὰς ἐν αὐτῷ ὑπεροχάς.
Ἰησοῦς γάρ ποτε »γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτόν, ἵνα ποιήσωσιν »βασιλέα, ἀνεχώρησεν εἰς τὸ ὄρος«· ἀλλ’ οὐ μετὰ τῶν μαθητῶν,
ἀλλὰ μόνος, μὴ παρέχων μηδὲ τούτοις ἀφορμὴν φιλοῦσιν αὐτὸν καὶ βουληθεῖσιν ἂν μετὰ τῶν θελόντων ποιῆσαι αὐτὸν βασιλέα, ἵν’ ἤδη γένηται καὶ κοσμικῶς αὐτῶν βασιλεύς.(19) Ταῦτα μὲν εἰς τὸ ῥητὸν καὶ τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ γράμματος περὶ ἀναχωρήσεως διδασκαλίαν. εἰς δὲ τὴν ἀναγωγὴν λεχθείη ἂν τοιαῦτα, ὅτι Ἰησοῦς πάλαι μὲν παρρησίᾳ τοῖς Ἰουδαίοις περιεπάτει ὅτε ὁ λόγος τοῦ θεοῦ διὰ προφητῶν αὐτοῖς ἐνεπολιτεύετο· Ἰησοῦ γὰρ ἦν παρρησία ἡ » Τάδε λέγει κύριος«· ἀλλὰ νῦν οὐκέτι παρρησίᾳ ἐν τοῖς Ἰουδαίοις Ἰησοῦς περιπατεῖ, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν, καὶ οὐκ ἔστιν θεοῦ λόγος ἐν Ἰουδαίοις, καὶ ἀπελθὼν ἐκεῖθεν (λέγω δὲ ἀπὸ τῶν Ἰουδαίων) εἰς τὴν ἐγγὺς τῆς ἐρήμου ἦλθεν χώραν, περὶ ἧς λέγεται· »Πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, καὶ πρὸς ἣν εἴρηται· » Εὐφράνθητι »στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα«.
ἔστιν δὲ ἡ ἐγγὺς τῆς ἐρήμου πόλις Ἐφραῒμ, εἰς ἣν ἦλθεν Ἰησοῦς, οὐκέτι παρρησίᾳ περιπατῶν ἐν τοῖς Ἰουδαίοις.
ἑρμηνεύεται δὲ Ἐφραῒμ ›καρποφορία‹, ἀδελφὸς ὢν Μανασσῆ, πρεσβυτέρου τοῦ ›ἀπὸ λήθης‹ λαοῦ.