Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
τούτου ἐν τῇ ταπεινώσει, ἣν »ἐταπείνωσεν »ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ«, ῾η κρίσις ἤρθη· οὕτω γὰρ ἀκούω τοῦ· »Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐ»τοῦ ἤρθη«· ὡς εἶναι τὰ ἑξῆς Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις ἤρθη. οὗτος δὲ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τοῦ θεοῦ ἤχθη εἰς θάνατον.
οὐκοῦν ἀπέθανεν ὁ ἄνθρωπος οὗτος ὑπὲρ τοῦ λαοῦ, καὶ διὰ τοῦτον οὐχὶ ὅλον τὸ ἔθνος ἀπώλετο.
καὶ ἐπίστησον εἰ δύνασαι τὸ μὲν ὄνομα τοῦ ›λαοὺ‹ λαβεῖν εἰς τοὺς ἐκ περιτομῆς, τὸ δὲ τοῦ ›ἔθνους‹ εἰς τοὺς λοιπούς.
ἀπέθανεν γὰρ οὗτος ὁ ἄνθρωπος οὐ μόνον ὑπὲρ τοῦ λαοῦ, ἀλλ’ ἵνα καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, ὡς εἰ ἔλεγεν τὸ χρηματίζον ἔθνος καὶ πάντες οἱ ἐθνικοὶ ἀπόλωνται.
(15) Ἑξῆς τούτῳ ἐστὶν τὸ » Τοῦτο ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν«. ἐφ’ οὗ μανθάνειν οἶμαι ἡμᾶς ὅτι τινὰ μὲν οἱ ἄνθρωποι ἀφ’ ἑαυτῶν λέγομεν, μηδεμιᾶς ἡμᾶς ἐνεργούσης εἰς τὸ λέγειν δυνάμεως, ἕτερα δὲ ὡσπερεὶ ὑπηχούσης καὶ ὑποβαλλούσης δυνάμεώς τινος ἡμῖν τὰ λεγόμενα, κἂν μὴ τέλεον ἐξιστώμεθα καὶ ἀπαρακολουθήτως ἔχωμεν ἑαυτοῖς, ἀλλὰ δοκῶμεν παρακολουθεῖν οἷς λέγομεν.