Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
πάλιν τε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.
οὐδὲ τὰ περὶ τὴν ἐγγαστρίμυθον καὶ τὸν Σαμουὴλ ἐν τοῖς τόποις τούτοις παρασιωπητέον, ἀφ’ ὧν ἔμαθεν ὁ Σαούλ, ὅτι τῇ ἑξῆς ἔμελλεν ἅμα τοῖς υἱοῖς ἀναιρεθήσεσθαι ἡμέρᾳ.
τὸ δὲ ἀκριβὲς ἐν τοῖς τόποις ὄψεται ὁ δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.
πάλιν τε αὖ ὁ βουλόμενος ἀπὸ χείρονος δυνάμεως προπεφητευκέναι τὸν Καϊάφαν φήσει ὅτι οὐδὲν παράδοξόν ἐστιν πονηρὰν δύναμιν ταῦτα εἰρηκέναι, ὅπου γε οὐ πάντη ἀγνοῶν καὶ ὁ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγρα φεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσθαι | ὑπ’ αὐτοῦ πρὸς τὸν κύριον.
φήσει δὲ ὅτι καὶ πονηρία τις ἔκκειται τῇ ἐνεργούσῃ δυνάμει ταῦτα προφητεύεσθαι περὶ τοῦ σωτῆρος· σκοπὸς γὰρ ἦν αὐτῇ οὐ τὸ πιστοποιῆσαι τοὺς ἀκροωμένους ἀλλ’ ἐρεθίσαι τοὺς ἐν τῷ συνεδρίῳ
ἀρχιερεῖς καὶ Φαρισαίους κατὰ τοῦ Ἰησοῦ ἵνα αὐτὸν ἀποκτείνωσιν, ὅπερ οὐκ ἦν κατὰ τὸ ἅγιον πνεῦμα ἐνεργῆσαι.