Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ »ἐπορεύθη ἐκεῖθεν εἰς Αὐὼθ Ῥαμὰ· καὶ ἐγενήθη ἐπ’ αὐτὸν πνεῦμα »θεοῦ, καὶ ἐπορεύετο πορευόμενος καὶ προφητεύων ἕως ἐλθὼν εἰς »Αὐὼθ Ῥαμὰ. καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ προεφήτευσεν »ἐνώπιον Σαμουὴλ, καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ »ὅλην τὴν νύκτα. διὰ τοῦτο ἔλεγον· Εἰ καὶ Σαοὺλ ἐν προφήταις«;
ἀναγκαίως δὲ νομίζω καὶ ταῦτα παρατεθεῖσθαι ὑπὲρ τοῦ φανῆναι πῶς ἁμαρτωλοὶ προφητεύουσιν, καὶ πότερον ἐξ ἁγίου πνεύματος ἢ ἀπὸ ἄλλης δυνάμεως, ὅσον γε ἐπὶ τῷ μαρτυρεῖν τῇ ἀληθείᾳ μὴ ψευδομένης.
πάλιν τε αὖ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν εὑρίσκονται οἱ τῶν εἰδώλων μάντεις ὑποδεικνύντες τὰ περὶ τῆς κιβωτοῦ, καὶ ὅτι ἐπὰν βόες πρωτοτοκεύουσαι τὴν ὁδὸν Ἰησοῦ τοῦ Βεθσαμυσαίου πορευθῶσιν, σημαίνουσιν ἀπὸ θεοῦ γεγονέναι τὴν πληγὴν τοῖς Φιλιστιαίοις.
οὐδὲ τὰ περὶ τὴν ἐγγαστρίμυθον καὶ τὸν Σαμουὴλ ἐν τοῖς τόποις τούτοις παρασιωπητέον, ἀφ’ ὧν ἔμαθεν ὁ Σαούλ, ὅτι τῇ ἑξῆς ἔμελλεν ἅμα τοῖς υἱοῖς ἀναιρεθήσεσθαι ἡμέρᾳ.
τὸ δὲ ἀκριβὲς ἐν τοῖς τόποις ὄψεται ὁ δυνάμενος διαλαβεῖν περὶ διαφόρων δυνάμεων, χειρόνων καὶ κρειττόνων, εἰ δὲ καὶ εἶέν τινες μεταξύ, καὶ περὶ τούτων.
πάλιν τε αὖ ὁ βουλόμενος ἀπὸ χείρονος δυνάμεως προπεφητευκέναι τὸν Καϊάφαν φήσει ὅτι οὐδὲν παράδοξόν ἐστιν πονηρὰν δύναμιν ταῦτα εἰρηκέναι, ὅπου γε οὐ πάντη ἀγνοῶν καὶ ὁ διάβολος εὑρίσκεται τὸν Ἰησοῦν υἱὸν ὄντα θεοῦ ἐν τοῖς ἀναγρα φεῖσιν ὑπὸ τῶν εὐαγγελιστῶν εἰρῆσθαι | ὑπ’ αὐτοῦ πρὸς τὸν κύριον.