Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τὸ δὲ »Ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ« ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.

πάλιν τε αὖ μετ’ ὀλίγα· »Συνήντησεν, φησίν, ὁ θεὸς τῷ Βαλαὰμ καὶ »ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· Ἀποστράφηθι πρὸς »Βαλαὰκ καὶ τάδε λαλήσεις«.

Εἰς ταῦτα δὲ πάντα ὁ ἀποτολμῶν φήσει ὅτι καὶ ἐπὶ τοῦ Σαοὺλ εἴρηται· »Πνεῦμα θεοῦ πονηρὸν »ἔπνιγεν αὐτόν«. ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου· »Τίς »ἀπατήσει τὸν Ἀχαάβ«; καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος· »Ἐγὼ ἀπατήσω«.

Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐζητήσθω, δυναμένου τινὸς ἀφ’ ἑαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, ⟨ἀλλ’ οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν⟩.

ὥσπερ δὲ ζητήσεως ἄξιόν ἐστιν πῶς προεφήτευσεν Καϊάφας, οὕτως καὶ ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ζητήσεις πῶς προεφήτευσαν οἱ ἄγγελοι τοῦ Σαοὺλ σταλέντες ἐπὶ τὸν Δαβίδ, καὶ μετ’ αὐτοὺς ὁ Σαούλ.